TLG 1323 001 :: Aelius DIONYSIUS :: Ἀττικὰ ὀνόματα Aelius DIONYSIUS Attic. Ἀττικὰ ὀνόματα Citation: Alphabetic letter — entry — (line) | ||
T1 | Αἰλίου Διονυσίου Ἁλικαρνασσέως Ἀττικῶν ὀνομάτων λόγοι πέντε | |
P1 | ... Σκύμνῳ δὲ τὸ σύνταγμα προσφωνεῖ. | |
P2 | ... Ἁλικαρνασσός, ἐξ ἧς ὥρμητο Αἴλιος Διονύσιος Ἁλικαρνασσεύς, καθὰ δηλοῖ αὐτός, ἐν οἷς περὶ Ἀττικῶν ὀνομάτων διαλεγόμενος λέγει οὐ Κᾶρας εἶναι τοὺς Ἁλικαρνασ‐ σεῖς, ἀλλὰ Ἕλληνας, Δωριεῖς τῶν ἀποικησάντων Δωριέων Καρίαν, ὃ καὶ Ἀθηναῖοι ποιήσαν‐ τες καὶ εἰς Καρίαν κατάραντες—ἦρχε δὲ αὐτῶν Νειλεύς—πόλιν Ἑλληνίδα φησὶν ἐν αὐτῇ | |
5 | Μίλητον κατεσκευάσαντο· ἐφ’ οἷς τοὺς τοιούτους Δωριεῖς σεμνύνας καὶ μίαν τῆς ἐν Ἀσίᾳ ἑξα‐ πόλεως καὶ τὴν Ἁλικαρνασσὸν εἰπὼν εἶναι ἐπάγει πρὸς τῷ τέλει, ὅτι οὐδὲν ἂν ἴσως κωλύοι καὶ ἐν Καρίᾳ εἶναί τινα Ἀττικὴν φωνὴν καὶ ἐν ταῖς Ἀθήναις Καρικήν, φωνὴν Ἀττικὴν σεμνῶς | |
---|---|---|
εἰπὼν τὴν ἑαυτοῦ. | 95 | |
alpha1 | ἆ· ψιλούμενον καὶ περισπώμενον ἀντὶ τοῦ αἴθε λαμβάνεται. 〈Καλλίμαχος (fr. 1, 33 Pf.) ‘ἆ πάντως ἵνα γῆρασ‘〉. | |
alpha2 | ἂ ἄ· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἐπιφώνημα. δασυνθὲν δὲ γέλωτα δηλοῖ. | |
alpha3 | ἀβακήμων· ἀσύνετος, ἄλαλος. | |
alpha4 | ἀβέλτερος· οὐ μὰ Δί’ οὐχ ὁ πλεονέκτης καὶ ἀγνώμων, ἀλλ’ ὁ ἀνόητος καὶ εὐή‐ θης μετὰ χαυνότητος. Μένανδρος Περινθίᾳ (fr. 1, I p. 131 Kö.)· ‘ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ’ ὅ τι | |
5 | οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος ἐπαβελτερώσας τὸν πάλαι 〈γ’〉 ἀβέλτερον.‘ λέγουσι δὲ καὶ ἀβελτέρειον τὴν ἀβελτηρίαν. Ἀναξανδρίδης Ἑλένῃ (III 167 M. = fr. 12 K.)· ‘—ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε. —ὦ Ἡράκλεις ἀβελτερείου †τεμενικοῦ†. | |
10 | —ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τισ‘. | |
alpha5 | ἄβολος· νέος οὐδέπω γνώμονα ἔχων. γνώμονα δὲ ἔλεγον τὸν βαλλόμενον ὀδόντα, δι’ οὗ τὰς ἡλικίας ἐξήταζον. τὸν δὲ τέλειον καὶ κατηρτυκότα ἔλεγον ἐκ μεταφορᾶς τῶν τετραπόδων. καὶ λ[ε]ιπογνώμονας τοὺς ἀπογεγηρακότας, οἷς ἐλελοίπει τὸ γνῶμα. | |
alpha6 | ἄβρα· οὔτε ἁπλῶς ἡ θεράπαινα ἄβρα λέγεται οὔτε ἡ εὔμορφος, ἀλλ’ ἡ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ (fr. 453 Kö.)· ‘μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρός | |
5 | αὐτὰς ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη‘. καὶ Σικυωνίῳ (fr. 371 Kö.)· ‘ἄβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, ἔτρεφε δὲ χωρίς, ὡς ἐλευθέρᾳ πρέπει‘. | |
10 | 〈καὶ〉 Ἀπίστῳ (fr. 58 Kö.)· ‘ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην | |
ἄβραν ἔσεσθαι‘. | 96 | |
alpha7 | ἀβρόταξις· ἁμαρτία [διαμφόδησις], καὶ ἀβροτάξομεν (K 65)· διαμφοδήσομεν, ἁμαρτήσομεν ἀλλήλων. | |
alpha8 | ἀβυρτάκη· ὑπότριμμά τι βαρβαρικόν, κατασκευαζόμενον διὰ πράσων καὶ καρδάμων καὶ ῥόας κόκκων καὶ ἑτέρων τοιούτων. Θεόπομπος Θησεῖ (II 798 M. = fr. 17 K.)· ‘ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστη ποεῖται καὶ πράσων ἀβυρτάκη‘. | |
5 | ἔστι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔνομα (fr. 247 Kö.). | |
alpha9 | ἀγαθίς· δέσμη, ῥάμμα, στήμονες. | |
alpha10 | 〈ἀγαθός· ἡ σύγκρισις ‘μᾶλλον ἀγαθόσ‘ καὶ ἡ ὑπέρθεσις ‘μάλιστα ἀγαθόσ‘〉. ἀγα‐ θώτερος 〈δὲ〉 καὶ ἀγαθώτατος παρ’ οὐδενὶ τῶν Ἑλλήνων κεῖται. | |
alpha11 | ἀγαθοῦ δαίμονος· οὕτω καλεῖται παρὰ τοῖς παλαιοῖς τὸ μετὰ τὴν ἄρσιν τῶν τρα‐ πεζῶν προσφερόμενον ποτήριον. | |
alpha12 | ἀγαθῶν ἀγαθίδες· τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς (IV 662 M. = fr. ad. 827 K.) ἐπὶ πολλῶν ἀγαθῶν. | |
alpha13 | ἀγάλλεσθαι· χαίρειν, μεγαλοφρονεῖν, καλλωπίζεσθαι. Πλάτων δὲ ἐν Νόμοις (XII 956b) τὰς γραφὰς ἀγάλματα καλεῖ. Θουκυδίδης δέ φησιν (IV 95, 3)· ‘ἕκαστος [δὲ] πατρίδα ἔχων 〈πρώτην〉 ἐν τοῖς Ἕλλησιν ἀγάλλεται‘ ἀντὶ τοῦ αὐχεῖ, καὶ ἄλλοι πολλοί. | |
alpha14 | ἀγάλματα Ἑκάτης· αἱ κύνες· θύονται γὰρ αὐτῇ. | |
alpha15 | ἀγανόν· καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ (885 s.)· ‘ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν‘. Κρατῖνος Χείρωσι (II 145 M. = fr. 238 K.)· | |
5 | ‘〈ὡσ〉 μακάριος ἦν ὁ πρὸ τοῦ βίοτος βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ †βροτῶν† περισσοκαλλεῖσ‘. Σοφοκλῆς δὲ Ἐπὶ Ταινάρῳ (fr. 231 P., deest N.2) ‘ἄγανον‘ ἔφη ‘ξύλον‘ βαρυτόνως τὸ κατεαγὸς | |
10 | ἢ τὸ ἀπελέκητον. | |
alpha16 | ἄγγαροι· οἱ ἐκ διαδοχῆς γραμματοφόροι, οἱ δ’ αὐτοὶ καὶ ἀστάνδαι. ἡ δὲ λέξις Περ‐ σική ** Αἰσχύλος Ἀγαμέμνονι (282 s.)· ‘φρυκτὸς δὲ φρυκτὸν δεῦρ’ ἀπ’ ἀγγάρου πυρός ἔπεμπεν‘ (—285 Ph., 284 πανόν). | |
5 | τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλως τῶν ἀναισθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ ἀγγα‐ | |
ροφορεῖν τὸ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς. Μένανδρος Πωλουμένοις (fr. 353 Kö)· ‘ἀγγαροφόρει καὶ ταῦθ’ ἃ νῦν πο[ι]εῖς, πο[ι]εῖ, ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν | 97 | |
10 | διάγειν‘. καὶ ἐν Προγαμοῦντι (fr. 349 Kö.)· ‘βάρβαρος ἄγγαρος ὄντως κοὐδενὸς προορώμενοσ‘. καὶ ἐν Θαΐδι (fr. 186 Kö.) ὁ ἀκρατής· ‘ἄγγαρος ὄλεθρος. ἡδέως ἄν μοι δοκῶ | |
15 | ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχει〈ν〉. καὶ ἀγγαρεύεσθαι καλοῦσιν ὥσπερ ἡμεῖς νῦν τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. Μένανδρος καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίστησι (fr. 373 Kö.)· ‘ὁ πλέων κατήχθη· κρίνεθ’ οὗτος πολέμιος· ἐὰν δ’ ἔχῃ τι μαλακόν, ἀγγαρεύεται‘. | |
alpha17 | ἀγελαῖος· ὁ ἐν ἀγέλῃ διάγων. | |
alpha18 | ἄγημα· τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἱππέων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως. | |
alpha19 | ἀγήρατον ἀρρενικῶς εἶπε Σοφοκλῆς (fr. 972 P., deest N.2), θηλυκῶς δὲ Ξενο‐ φῶν (Cyr. VIII 7, 22). καὶ ἀγήρων Πλάτων μὲν (Politic. 273e) ἀρσενικῶς, Εὐριπίδης δὲ (Suppl. 1178) θηλυκῶς. καὶ οὐδετέρως Θουκυδίδης (II 44, 4) καὶ Πλάτων Τιμαίῳ (33a). | |
alpha20 | ἄγμα· σύντριμμα καὶ τὸ κατειργασμένον ἔριον. | |
alpha21 | ἀγνοία καὶ ἀναιδεία καὶ πάντα τὰ τοιαῦτα ἐκτείνοντες προφέρονται τὴν τελευταίαν οἱ παλαιοὶ Ἀττικοὶ καὶ παροξύνοντες. ** Ἀριστοφάνης Δαιταλεῦσιν (II 1031 M. = fr. 226 K.)· ‘ὦ παρανοία κἀναιδεία‘. | |
5 | μεταβάλλουσι δ’ οἱ Ἴωνες τὸ τελευταῖον α 〈εἰς η〉· ‘σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδοσ‘ (Π 498)· καὶ Ἀνακρέων (fr. 29a D.2)· ‘νεότης τε καὶ ὑγιείη‘. καὶ ἀναρροίη δὲ καὶ εὐπλοίη καὶ τὰ ὅμοια ἅπαντα παρὰ τοῖς Ἴωσιν ἐκ μακροῦ τοῦ α μετείληπται εἰς τὸ η. | |
alpha22 | ἄγνον οὐχὶ λύγον καλοῦσιν 〈οἱ〉 Ἀττικοί. καὶ ἀρσενικῶς Χιωνίδης Ἥρωσι (II 6 M. = fr. 2 K.)· καὶ μὴν μὰ τὸν Δί’ οὐθὲν ἔτι γέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότοσ‘. | |
5 | Πλάτων (Phaedr. 230b)· ‘ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τό τε ὕψος καὶ τὸ σύσκιον πάγκαλον‘. | |
alpha23 | ἀγοράζειν· τὸ ἐν ἀγορᾷ διατρίβειν. | |
alpha24 | Ἄγραι· χωρίον ἔξω τῆς πόλεως ἱερὸν Δήμητρος, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἄγεται. ὀνομασθῆναι δὲ αὐτὸ οἱ μὲν (cf. Clidem. fr. 1) ἀπὸ τῆς Ἀρτέμιδος, πρότερον Ἑλικῶνα καλούμενον, | |
οἱ δὲ ἀπὸ τοῦ ἔνθηρον εἶναι καὶ πλῆρες ἀγρεύματος. | 98 | |
alpha25 | ἄγριος ἔλαιος· ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι παρὰ Πινδάρῳ ἐν ὕμνοις (fr. 46 S.). | |
alpha26 | ἀγοράσματα· αὐτὰ τὰ ἠγορασμένα. | |
alpha27 | ἀγοράσω λέγουσι, τὸ δὲ ἀγορῶ βάρβαρον. παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφ‐ θω δὲ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος (II 944 M. = fr. 2 K.)· ‘ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἁπαξάπανθ’, ὅς’ ἂν κελεύῃς, ὦ γύναι‘. | |
alpha28 | ἀγυιάτιδες θεράπαιναι· παρ’ Εὐριπίδῃ (Ion. 186) οἱ πρὸ τῶν θυρῶν βωμοί, οἳ πρὸς χάριν Ἀγυιέως Ἀπόλλωνος ἵδρυντο τιμωμένου πρὸ πυλῶν ὡς ἀλεξικάκου. | |
alpha29 | ἀγυρμός· συναγωγή. Πλάτων ἐν Πολιτικῷ (272c) ‘συναγυρμὸν φρονήσεωσ‘. | |
alpha30 | ἀγύρτης· ὁ ἀγείρων ὄχλον καὶ ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ σεμνυνόμενον· καὶ ὄνομα βόλου κυβευτικοῦ. | |
alpha31* | ἀγχιστεία· συγγένεια, καὶ ἀγχιστεῖς οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατ’ ἐπιγαμίαν μ〈ε〉ιχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται. | |
alpha32 | ἀγῶνα· καὶ Ὅμηρος (Ψ 273) τὸν τόπον αὐτόν, ἐν ᾧ ἀγωνίζονται, 〈καὶ〉 Θουκυ‐ δίδης πέμπτῃ (50, 4)· ‘προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον.‘ | |
alpha33 | ἀδαῖον· τὸ εἰς κόρον ἄγον 〈ἢ τὸ ἀηδές· οὕτω〉 Σώφρων (fr. 137 Kaib.). | |
alpha34 | ἄδδιξ· μέτρον τετραχοίνικον. Ἀριστοφάνης (II 1203 M. = fr. 709 K.)· ‘ἀλφίτων μελάνων ἄδδιχα‘. | |
alpha35 | ἄδην· ἅλις [εἰς κόρον, ἱκανῶς, δαψιλῶς, ἀρκούντως]. Πλάτων πολλαχοῦ κέχρη‐ ται 〈οἷον〉 ἐν Χαρμίδῃ (153d)· ‘ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν.‘ | |
alpha36* | ἀδηφάγοι ἵπποι· οἱ τέλειοι πρὸς τὴν τῶν πώλων διάκρισιν. [ὡς] Ἀριστοφάνης (II 1204 M. = fr. 736 K.) καὶ Φερεκράτης (II 351 M. = fr. 197 K.). ἔφη δὲ καὶ ‘ἀδηφαγοῦσα‘ Σοφοκλῆς (fr. 889 N.2 = 976 P.) καὶ ‘ἀδηφαγεῖν‘ Ἕρμιππος (II 417 M. = fr. 84 K.). ἀλλὰ καὶ ‘ἀδηφάγον‘ εἶπε Λυσίας (fr. 103, p. 343 Th.) τὴν τέλειον μισθὸν λαμβάνουσαν τριήρη. Ἀλκαῖος | |
5 | δὲ ὁ κωμικὸς (II 830 M. = fr. 21 K.) καὶ τοὺς πότας λεγομένους λύχνους ‘ἀδηφάγουσ‘ ἔφη χαριεντισάμενος. καὶ δρομεῖς δέ τινες ἐν Νεμέᾳ ‘ἀδηφάγοι‘ ἐλέγοντο καὶ οἱ γυμναστικοὶ παρὰ Ἀργείοις οὕτως. λέγουσι δέ τινες καὶ τὸν ἱερὸν λόχον ἀδηφάγον. | |
alpha37 | ἀδηφάγον ἅρμα· τὸ τέλειον καὶ μέγα. | |
alpha38 | ἀδράφαξυς· εἶδος λαχάνου, ὅπερ οἱ πολλοὶ ἀτράφαξυν καλοῦσι. Φερεκράτης Κοριαννοῖ (II 285 M. = fr. 75 K.)· | |
‘ἀδράφαξυν ἕψους’, εἶτ’ ὀκλὰξ καθημένη‘. | 99 | |
alpha39 | ἀδύνατα εἶναι (Thuc. I 59, 2)· ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ κέχρηται Θουκυ‐ δίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως. | |
alpha40* | ἄειλα· τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος (fr. 334 N.2). | |
alpha41 | ἀέλιοι· οἱ ἀδελφὰς γυναῖκας ἔχοντες, 〈οἱ〉 συγγάμβριοι. | |
alpha42 | ἀήσυρον· κοῦφον. Αἰσχύλος (Prom. 452s.)· ‘ἀήσυροι μύρμηκεσ‘. | |
alpha43 | 〈Ἀθηναία· ἡ θεός.〉 Ἀθηναίας ὁ Μεγακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας, ἀλλ’ Ἀττικὰς ἐν τοῖς Περὶ Ὁμήρου (FHG. IV 443) ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ φησι τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον 〈θεὸν〉 αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσιν. ὅτε δὲ ἤρξαντο αἱ ἀσταὶ ἢ[τοι] Ἀττικαὶ | |
5 | γυναῖκες Ἀθηναῖαι λέγεσθαι, ὡς 〈μαρτυρεῖ〉 Φερεκράτης ἐν Γραυσίν (II 267 M. = fr. 34 K.)· ‘Ἀθηνα(ί)αις αὐταῖς τε καὶ ταῖς συμμάχοισ‘, καὶ Κάνθαρος Τηρεῖ (II 836 M. = fr. 5 K.)· ‘γυναῖκ’ Ἀθηναίαν καλήν τε κἀγαθήν‘, καὶ Φιλήμων Πτέρυγι (IV 20 M. = fr. 66 K.)· | |
10 | ‘〈νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν〉 τὰς Ἱππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω ...‘, τότε δὴ καὶ ἡ θεὸς οὐκέτι Ἀθηναία ἐκαλεῖτο, ἀλλὰ κατὰ συναίρεσιν Ἀθηνᾶ. | |
alpha44 | ἀθήρ· ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ ἀστάχυος 〈τὸ ἄκρον καὶ λεπτότατον〉. λέγεται δὲ καὶ ἡ ἐπιδορατὶς ἀθήρ. | |
alpha45 | ἀθρεῖν· τὸ περισκοπεῖν καὶ μετ’ ἐπιτάσεως ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεστά. | |
alpha46 | ἅθρους· Ἀττικῶς δασύνεται οἷον ** (fr. com. ad.)· ‘ἅθρους ἐπελθὼν ὁ στρατηγός 〈– ⏑ –〉‘ ἤγουν σὺν ὅλῳ τῷ στρατεύματι. καὶ Ἀριστοφάνης (II 1194 M. = fr. 633 K.)· ‘ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρουσ‘. | |
5 | ὁ δὲ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν 〈αὐτὸ οὐκ〉 ἀτόπως, ἐπεὶ ἡ διαίρεσις ἐστιν ἁθρόος. ἡ δὲ χρῆσις [παροξύνει. | |
alpha47 | ἅθυρμα· δασέως Ἀττικοί, ψιλῶς Ἴωνες. | |
alpha48 | αἰγίς· τὸ ἐκ τῶν στεμμάτων δίκτυον. | |
alpha49 | αἰγυπτιάζειν· τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι. οὕτω Κρατῖνος (II 186 M. = fr. 378 K.). | |
alpha50 | αἰγυπτιῶσαι· 〈μελᾶναι〉. ἐπικαῦσαι. ** (IV 628 M. = fr. ad. 9 K.; cf. fr. ad. 161 N2)· ‘χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογί | |
αἰγυπτιώσει‘. | 100 | |
alpha51 | αἱμασιά· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον, ἥν τινες ἄρπε〈ζαν ὠνόμα〉ζον (cf. Nic. Ther. 393; 647), ὡς καὶ Ἴωνες. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ (180, 2). φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον αὐτὸ τὸ ὑπὸ αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν. | |
alpha52* | αἱμασιαῖς· τοῖς φραγμοῖς κυρίως τοῖς ἠκανθωμένοις. | |
alpha53 | αἱματοπώτης· οἱ Ἀττικοὶ μηκύνοντες τὸ ο προφέρουσι τὴν λέξιν, ὥσπερ καὶ τὸ οἰνοπώτης καὶ ὑδροπώτης, ἐπεὶ καὶ τὸ πόμα οἱ μὲν ἄλλοι διὰ βραχέος τοῦ ο γράφουσιν, Ἀττικοὶ δὲ ἐπεκτείνοντες. | |
alpha54 | αἱμούς· τοὺς δρυμούς. Αἰσχύλος 〈Αἰτναίαισ〉 (fr. 9 N.2)· ἴσως ἀπὸ τοῦ αὐτοῦ, ἀφ’ οὗ καὶ ἡ αἱμασιὰ κέκληται. | |
alpha55 | αἵνειν· τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φύροντα. Φερεκράτης (II 345 M. = fr. 183 K.)· ‘νῦν 〈δ’〉 ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίττειν, φρύγειν ἀναβράττειν, αἵνειν ...‘ | |
5 | διαφέρει δὲ τὸ πτίσσειν τοῦ αἵνειν. τὸ μὲν γὰρ πτίσσειν γίνεται, ἵνα τὸ πτισσόμενον ἀπολίποι τὸ πιτυρῶδες ἄχυρον, τὸ δὲ αἵνειν ἐπὶ ξυρῶν ὥσπερ καρύων, ἵνα τὸ ἀχυρῶδες αὐτῶν περικαὲν ἀφαι‐ ρεθείη. | |
alpha56 | αἴσχιον· ἀντὶ τοῦ αἰσχρόν· Θουκυδίδης (II 40, 1). | |
alpha57 | ἀΐτης (cf. Theocr. XII)· ὁ ἐρώμενος, ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῇ. εἰσπνεῖ‐ ται γὰρ τῆς μορφῆς τι καὶ τῆς ὥρας 〈τῆσ〉 τοῦ ἐρωμένου. ὅθεν καὶ εἰσπνῆλαι παρὰ Λάκωσιν οἱ ἐρασταί. | |
alpha58 | αἴτιον γενέσθαι· ἀντὶ τοῦ ἐν αἰτίᾳ. Θουκυδίδης (VIII 56, 4). | |
alpha59 | αἰώρα· 〈ἀγχόνη〉· καὶ ἐώρα διὰ τοῦ ε [ὅθεν καὶ μετέωρος]. Σοφοκλῆς (OR. 1264)· ‘πλεκταῖς ἐώραις ἐμπεπλεγμένην‘. | |
alpha60 | ἀκανθεών· 〈ὄνομα〉 περιεκτικὸν ἐξ ἀκάνθης. | |
alpha61 | ἄκασκα· ἥσυχα, βραδέα. Κρατῖνος Νόμοις (II 88 M. = fr. 126 K.)· ‘ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντεσ‘. | |
alpha62 | ἄκατος· φιάλη διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ. οὕτω Θεόπομπος. (II 793 M. = fr. 3 K.). | |
alpha63 | ἀκεανοί· τὰ ἐν τοῖς φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. Φερεκράτης (II 345 M. = fr. 188 K.)· ‘κυάμους, ἀφάκην, ζειάς, αἴρας, ἀκεάννουσ‘. | |
alpha64 | ἀκέσασθαι καὶ ἀκέσαι· ἰάσασθαι, ῥάψαι. Μένανδρος (fr. 654 s. Kö.)· | |
‘〈×〉 ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον‘ καὶ ‘ἱμάτιον 〈ἐξ〉ακούμεθα‘. τὸ δὲ ἠπήσασθαι παντελῶς βάρβαρον. ὅθεν καὶ ἀκέστριαν λέγουσιν, οὐκ ἠπήτριαν. | 101 | |
alpha65* | ἀκήρατος· ἀπαθής, ἀκέραιος. | |
alpha66 | ἀκήριος· ἄψυχος, καὶ ἄνοσος, ὑγιής, ἀθάνατος. | |
alpha67 | Ἀκράγαντα· ἀρσενικῶς 〈Ἀττικοί, θηλυκῶς Ἴωνεσ〉. | |
alpha68 | ἄκριες· λόφοι ὀρῶν οἱ καὶ ἄμβωνες. | |
alpha69* | ἀκροθίνια· κυρίως αἱ ἀπαρχαί, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ τοῦ θινός, τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ πολλούς, τουτέστι βλάπτεσθαι· ἢ τὰ ἄκρα τῶν σωρῶν. | |
alpha70* | ἀκροκόμοι· τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες. | |
alpha71 | ἀλάβαστον· οὕτω Μένανδρος ἄνευ τοῦ ρ Ὀργῇ (fr. 307 Kö.)· ‘καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων‘. σημαίνει δὲ μυροθήκην. ἔνιοι δὲ (i. e. Diogen.) αὐτὴν προάγουσι σὺν τῷ ρ. | |
alpha72 | ἀλαζών· κυρίως ὁ ἀπὸ ἄλης ζῶν καὶ ἀγύρτης, μεταφορικῶς δὲ ὁ ψεύστης καὶ κομπαστής. οὕτω Κρατῖνος (II 190 M. = fr. 380 K.). | |
alpha73 | ἀλαωτύς· ἡ τύφλωσις. | |
alpha74 | ἀλικρᾶς· ὁ θαλάσσῃ μεμ〈ε〉ιγμένος. | |
alpha75 | ἀλιτήριοι· ἁμαρτωλοί. οὗτοι δὲ λέγονται ἐκ τοῦδε· λιμός ποτε κατέλαβε τοὺς Ἀθηναίους. τῶν δὲ 〈ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων, ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαισ〉 ἀλούντων ἐπιτηροῦντες οἱ περιϊόντες ἀλούμενα τὰ ἄλευρα διήρπαζον καὶ ἐντεῦθεν [οἱ τοῦτο δρῶν‐ τες αὐτῶν] ἐκλήθησαν ἀλιτήριοι. παρέτεινε δὲ τὸ ὄνομα ὥστε καὶ ἐπὶ 〈πάντων〉 τῶν μετὰ βίας | |
5 | τι ποιούντων λέγεσθαι. παράγεται δὲ καὶ ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν. | |
alpha76 | ἀλλὰ ἄναξ 〈μάλα χαῖρε〉 (cf. B 360)· ἀρχὴ ἐξοδίου κιθαρῳδικοῦ ὥσπερ κωμι‐ κοῦ μὲν ἥδε (fr. ad. 48 Dem.)· ‘καλλιστέφανος ...‘, ῥαψῳδοῦ δὲ αὕτη (deest Kinck., All., Bethe)· ‘νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε‘, τραγικοῦ δέ (e. g. Eur. Alc. 1159)· | |
5 | ‘πολλαὶ μορφαὶ τῶν δαιμονίων.‘ | |
alpha77 | ἄλλῃ· κατ’ ἄλλο Θουκυδίδης (VI 96, 2). | |
alpha78 | ἀλλήλων· ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης (fr. 1124 N.2) καὶ Θουκυδίδης (II 70, 1)· ‘καὶ πού τινες 〈καὶ〉 ἀλλήλων ἐγεύσαντο‘ ἀντὶ τοῦ ἑαυτῶν. | |
alpha79 | ἄλλος οὗτος Ἡρακλῆς· παροιμιῶδες ἐπὶ Θησεῖ λεχθὲν τὸ πρῶτον ἢ τῷ τῶν | |
Ἰδαίων Δακτύλων Ἡρακλεῖ ἢ τῷ Ἀλκμήνης διὰ τοὺς παλαιοτέρους. | 102 | |
alpha80* | ἀλύει (Soph. Ph. 174; Ar. vesp. 111)· ἀδημονεῖ, δυσχεραίνει, ἀθυμεῖ, ἀπορεῖ. | |
alpha81 | ἀλύειν· ἔνιοι τὸ μὲν ἐπαίρεσθαι δασέως ἀξιοῦσι προφέρεσθαι οἷον (ς 333)· ‘ἦ ἁλύεις ὅτι Ἶρον ἐνίκησας;‘ τὸ δὲ λυπεῖσθαι ψιλῶς (E 352)· ‘ὣς ἔφαθ’, ἡ δ’ ἀλύους’ ἀπεβήσατο‘. | |
5 | Δίδυμος δὲ (p. 185, fr. 9 Schm.) ἀμφότερα ψιλῶς· τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησι, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασέως· καὶ γὰρ τὸ ἀλεαίνεσθαι δασύνουσιν οἱ Ἀττι‐ κοὶ καὶ πάντα τὰ τοιαῦτα· ἁμίς, ἅμαξα ἁμνός, Ἁλαεῖς, ἁνύειν ἁμῶς. | |
alpha82 | ἀλυκτεῖν· δυσφορεῖν. | |
alpha83 | ἄλυπος· ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ ἀλύπητος. Θεόπομπος (II 821 M. = fr. 81 K.). | |
alpha84 | ἄλυς· ἡ ἄλη καὶ ὁ ῥιπασμός. καὶ ἀλύειν τὸ μηδὲν πράττειν. Μένανδρος Ἐπιτρέ‐ πουσιν (fr. 3 Kö)· ‘τί δ’ οὐ πο[ι]εῖς ἄριστον, ὁ δ’ ἀλύει πάλαι κατακείμενοσ‘. | |
alpha85 | ἀλυσθαίνειν· ἀδυνατεῖν. | |
alpha86 | ἀλυσκάζειν· περιΐστασθαι, ἐκκλίνειν. | |
alpha87 | ἀλύσσειν· τρέμειν, πάλλεσθαι, πηδᾶν, δυσφορεῖν, λύσιν μὴ εὑρίσκειν, μαίνεσθαι. | |
alpha88 | ἀλφιτόχρωτος κεφαλῆς· τῆς πολιᾶς. Ἀριστοφάνης Τελμησσεῦσιν (II 1161 M. = fr. 533 K.). | |
alpha89 | ἀλωπόχρους· ὁ πολιός. | |
alpha90 | ἁμαδρυάδες· νύμφαι, αἳ ἅμα δρυσὶ γίνονται καὶ ἀπογίνονται. | |
alpha91 | ἀμαλλεῖον· νῦν δὲ οὐλόδετόν τινες· οἱ δὲ θρυόδεσμον, τὸν ἐκ τῆς καλάμης στρε‐ φόμενον δεσμόν, ᾧ δεσμοῦσι τὰ δράγματα καὶ τὴν συγκειμένην ἐκ τούτων ἀμάλλαν· ἀμάλλαι γὰρ αἱ ἐκ τῶν δραγμάτων ἀγκαλίδες. οἱ δὲ τὸν δεσμὸν τοῦ δράγματος· ἀμάλλας γὰρ τὰ δράγματα ἐκάλουν. Καλλίας Πεδήταις (fr. 3 Dem.)· | |
5 | ‘ὅτ’ ἀμαλλείῳ παῖς ὢν ἐδέθην‘. | |
alpha92 | ἁμαμηλίς· ἀπίου γένος παρὰ Ἀττικοῖς. | |
alpha93 | ἀμαχ〈ε〉ί· Ξενοφῶν (an. I 7, 9)· ‘οὐκ ἀμαχ〈ε〉ὶ ταῦτα ἐγὼ λήψομαι‘, καὶ Θουκυδίδης πρώτῃ (143, 4). | |
alpha94 | ἀμβλυσθονῆσαι· τὸ ἀναβλύσαι. Εὔπολις Δήμοις (II 464 M. = fr. 105 K.)· ‘〈ἀμβλυσθονῆσαι κἀναχλοῆσαι τὴν πόλιν〉‘. πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παρῳδοῦντες. | |
alpha95 | ἀμβλύτερος· Θουκυδίδης (II 40, 4; cf. 65, 4). | 103 |
alpha96 | ἄμβωνες· οἱ λόφοι τῶν ὀρῶν καὶ [ἡ] ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχὴ καὶ τὰ χείλη τῶν λοπάδων. Ἀριστοφάνης ὁ κωμικός (immo Eup. II 440 M. = fr. 52 K.)· ‘ἀλλ’ ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξασ‘. | |
alpha97 | ἀμέλει· δηλαδή, πάντως· ἐπίρρημα γάρ ἐστι συγκατάθεσιν δηλοῦν. | |
alpha98 | ἁμίδα· δασέως. Εὔπολις Αὐτολύκῳ (fr. 4 Dem.)· ‘τί δῆτ’ ἄν, εἰ μὴ τὴν ἁμίδα καθεῦδ’ ἔχων‘, καὶ ὁ Ἀριστοφάνης (fr. 41 Dem.)· ‘κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότοσ‘. | |
5 | λέγουσι δὲ καὶ ἅμαξαν δασέως καὶ καθημαξευμένα καὶ ὅλως τῇ δασείᾳ προσῳδίᾳ χαίρουσιν οἱ Ἀττικοί. καὶ παρὰ Μενάνδρῳ [ὡς] λέγεται ἐν τῷ 〈Νομο〉θέτῃ (fr. 292 Kö.) διὰ τοῦ θ ἡ συνα‐ λοιφὴ αὕτη· ‘ἑκκαίδεκα κεῖνθ’ ἁμίδες.‘ | |
10 | καὶ τὸ ἁμάξιον οὕτω λέγουσι θἀμάξιον, καὶ ‘〈οὐκ〉 ἀναβεβήκει πώποτε ἐφ’ ἅμαξαν, ἀλλ’ ἐφ’ ἵππον.‘ Νικόστρατος ἐν Παρακολυμβώσῃ (fr. 1 Dem.). | |
alpha99 | ἀμνός· πρόβατον μέσον τὴν ἡλικίαν, καὶ ἀμνὴ τὸ θῆλυ. τρεῖς γὰρ ἡλικίαι· ἀρήν, ἀμνός, ἀρνειός. | |
alpha100* | ἄμπωτις· ξηρασία, Ἀττικῶς, ἢ ἀνάπωτις. ἰδίως δὲ τὰ περὶ τὰ παρὰ τῇ θαλάσσῃ στενὰ συμβαίνοντα πάθη ἀμπώτιδες 〈καὶ πλημμύραι〉, οἷον αἱ τοῦ ῥοθίου ὑποχωρήρεις καὶ ἐπικλύσεις. | |
alpha101 | ἀμύνεσθαι· Θουκυδίδης μὲν (I 42, 1) ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ (fr. 229 Bgk.) ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ (O. C. 873; fr. 1004 P.) ἀντὶ τοῦ ἀπαλεξῆσαι. | |
alpha102 | ἀμυστὶ πιεῖν· οὕτω Φερεκράτης (II 358 M. = fr. 202 K.) ἐπιρρηματικῶς. λέγεται δὲ ἐπὶ τῶν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πινόντων, οἱονεὶ μηδὲ μυσάντων. τοῦ αὐτοῦ ἔχεται καὶ τὸ ἐξαμυστίσαι (cf. Plat. com. II 684 M. = fr. 189 K.). λέγεται δὲ καὶ ἀμυστίζειν καὶ τὰ ἐξ αὐτοῦ. | |
alpha103 | ἀμφηρικὸν ἀκάτιον· μικρόν, ἐν ᾧ εἷς ἐλαύνει τὰς δύο κώπας. ἔστι δ’ ἐν τετάρτῃ (67, 3) Θουκυδίδου τὸ ὄνομα. | |
alpha104 | ἀμφίβολοι· πανταχόθεν βαλλόμενοι [ἢ ἀπορούμενοι, διαφόροις συνεχόμενοι λο‐ γισμοῖς ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο εἴτε ἐκεῖνο ποιήσουσιν]. | |
alpha105 | ἀμφίδουλος· ὁ ἐξ ἑκατέρων τῶν γονέων δοῦλος. Εὔβουλος ἐν Πεντάθλῳ (fr. 2 Dem.)· ‘νόθος, ἀμφίδουλος, οὐδαμόθεν οὐδείς, κύων‘. | |
alpha106* | ἀμφιετηρίς· ἡ κατ’ ἔτος γινομένη ἑορτή τε καὶ θυσία. Κρατῖνος Ἀρχιλόχοις (fr. | |
2 Dem.)· ‘〈– ⏑ ⏑〉 εἶτ’ ἀμφιετηριζομέναις ὥραις τε καὶ χρόνῳ μακρῷ‘. | 104 | |
alpha107 | ἀμφιθαλεῖς παῖδες· οἷς ἄμφω περίεισιν οἱ γονεῖς· οὗτοι καὶ τὰς εἰρεσιώνας διεκόσμουν. | |
alpha108* | ἀμφίκαυστις· ἡ ὡρίμη κριθή, 〈ἣν ἡμεῖς εὔστραν καλοῦμεν〉. παρὰ δὲ τοῖς τραγικοῖς (fr. ad. 586 N.2) καῦστις εἴρηται μεταφορικῶς ἡ μάχη. κωμικοὶ δὲ καὶ ἐπὶ γυναικείου μορίου φασίν. Κρατῖνος (II 186 M. = fr. 381 K.). ** δὲ τὴν ὀσφὺν οὕτως ἔφη καὶ τὰ ἰσχία, ἔνιοι δὲ τὸν ξηρὸν χόρτον. | |
alpha109* | ἀμφίσβαινα· ὄφις ὁ καὶ ἐπὶ τῆς οὐρᾶς κεφαλὴν ἔχων. Ἀριστοφάνης Πελαρ‐ γοῖς (fr. 18 Dem.). | |
alpha110* | ἀμφισβητεῖν· μὴ συμφωνεῖν, ἀλλ’ οἷον χωρὶς βαίνειν. | |
alpha111 | ἀμφισβητήσιμον· Πλάτων (e. g. Soph. 231 e) καὶ ὁ Θεόπομπος (deest K.—D, cf. FG Hist 115, 313). ἀμφισβητήτου δὲ Θουκυδίδης (VI 6, 2). | |
alpha112 | ἀμφιτάπητες· οἱ μὴ ἑτερόμαλλοι, ἀλλ’ ἐξ ἑκατέρων τῶν μερῶν δασεῖς. | |
alpha113 | 〈ἀ〉μφορῆ· τὸ δυικὸν συναλείφοντες οἱ Ἀττικοὶ λέγουσιν ἀντὶ τοῦ ἀμφορέε καὶ τὰ ἄλλα ὁμοίως. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (282)· ‘ἀλλ’ ὦ περικαλλῆ Θεσμοφόρω δέξασθέ με‘. Πλάτων Μετοίκοις (fr. 6 Dem.)· | |
5 | ‘〈×〉 ὧδ’ ἀναισχυντοῦντε τὼ μιλτηλιφῆ‘. 〈καὶ〉 Διὶ Κακουμένῳ (fr. 4 Dem.)· ‘τὼ προσεμφερῆ τὴν σοφίαν‘. οὕτω Τηλεκλείδης Ἡσιόδοις (fr. 2 Dem.) καὶ οἱ λοιποί. | |
alpha114 | ἀμφότερα· κατ’ ἀμφότερα. Θουκυδίδης (I 13, 5). | |
alpha115 | ἀναγκαῖοι· οἱ προσήκοντες κατὰ γένος. Μένανδρος Θυρωρῷ (fr. 208 Kö.)· ‘οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα οὐδ’ ἑώρακε〈ν〉 τὸ σύνολον, θεῖον οὐδ’ ἀκήκοεν. εὐτύχημα δ’ ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν‘. | |
alpha116 | ἀναζεύξας· ἀναστάς, ἀναστήσας. Θουκυδίδης ὀγδόῃ (108, 3)· ‘ἀναζεύξας ἤλαυνεν ἐπὶ τῆς Ἰωνίασ‘. | |
alpha117 | Ἄναια· οἱ ἄλλοι οὐδετέρως. Θουκυδίδης ὀγδόῃ (19, 1) τὴν Ἀναίαν. | |
alpha118 | ἀνακούς· τοὺς Διοσκούρους λέγουσιν 〈ὀξύνοντεσ〉 ὡς Αἰακοὺς καὶ κατεύχονται οὕτως. καὶ (fr. com.?) ‘ἀνακοῖν Διοσκό[υ]ροιν‘ περισπῶντες ὡς σοφοῖν. | |
alpha119 | ἀνακτᾶσθαι· καὶ ἀντὶ τοῦ θεραπεύειν [τίθεται δὲ ἡ λέξις] καὶ ἐπὶ τοῦ τὸ προ‐ απολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαβεῖν. Θουκυδίδης (VI 92, 4). | |
alpha120 | ἀνακῶς· ἀντὶ τοῦ φροντιστικῶς, ἐπιμελῶς, πεφυλαγμένως. Ἡρόδοτος (VIII | |
109, 4)· ‘καί τις οἰκίην τε ἀναπλασάσθω καὶ σπορᾶς ἀνακῶς ἐχέτω‘. | 105 | |
alpha121 | ἀναλοῦντες· ἀντὶ τοῦ ἀναιροῦντες. Θουκυδίδης (IV 48, 3) [καὶ ἀναλῶν] καὶ ἀναλοῦν (II 24, 1) τὸ ἀναιρεῖν καὶ ἀνάλωμα (I 99, 3) ὁ αὐτός. | |
alpha122 | ἀνανεοῦσθαι· ὡς ἡμεῖς Θουκυδίδης πέμπτῃ (18, 9) καὶ Πλούτοις Κρατῖνος (II 110 M. = fr. 167 K.). | |
alpha123 | ἀναπίπτειν· οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. Θουκυδίδης πρώτῃ (70, 5)· ‘καὶ νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσιν‘. | |
alpha124* | ἀναπόμπιμα δῶρα· τὰ ἀποστρεφόμενα. | |
alpha125 | ἀνασπᾶ〈ν〉· [ἀντὶ τοῦ] καταλύει〈ν〉 ἢ ἀναιρεῖ〈ν〉. Θουκυδίδης (VI 100, 3). ἢ [ἀνασπᾶν τὸ] ἀντλεῖν τὸ ὕδωρ. Φερεκράτης (II 358 M. = fr. 180 K.)· ‘κάδους ἀνασπῶν‘. | |
alpha126* | ἀνδραγαθία· 〈καλοκἀγαθία〉. Ὑπερείδης (2, 16)· ‘ἐστεφάνωμαι δὲ ὑπό τε τῶν ἱππέων ἁπάντων ἀνδραγαθίας ἕνεκα‘. λέγεται δὲ καὶ ἀνδραγαθίζεται (Thuc. II 63, 2) καὶ ἀνδραγαθίζεσθαι (Thuc. III 40, 4). | |
alpha127 | ἄνδραγχος· δήμιος, ὁ τοὺς ἄνδρας ἄγχων. | |
alpha128 | ἀνδρόπαις· ὁ ἤδη ἀνδρούμενος παῖς. | |
alpha129 | ἀνδροσάθων (fr. ad. 932 K.)· ὁ μεγάλα ἔχων αἰδοῖα. | |
alpha130 | ἀνείρειν· ἀναπείρειν, ὅθεν καὶ ἡ ἄνερσις παρὰ Θουκυδίδῃ (I 6, 3)· ‘καὶ χρυσῶν στεφάνων ἀνέρσει‘. | |
alpha131 | ἀνεκτοί· Θουκυδίδης (II 35, 2)· ‘[καὶ] μέχρι 〈γὰρ〉 τοῦ〈δε〉 ἀνεκτοὶ 〈οἱ〉 ἔπαινοί εἰσιν‘. ἀνεκτὰ δὲ Πλάτων Σοφισταῖς (fr. 11 Dem.) καὶ ἀνεκτῶς Ἰσοκράτης (5, 11). | |
alpha132 | ἀνεξεύρετα· ἐν τρίτῃ Θουκυδίδης (87, 3)· ‘ἀνεξεύρετος ἀριθμόσ‘. οὕτω δὲ καὶ Ἑλλάνικος (FG Hist 4, 194) κέχρηται. | |
alpha133 | ἀνερμάτιστος ναῦς (cf. Plat. Theaet. 144a)· κούφη σάβουρα οὐκ ἔχουσα ἕρμα. | |
alpha134 | ἀνεφόρησαν· ἀντὶ τοῦ ἀνήνεγκαν. Θουκυδίδης τετάρτῃ (115, 2). | |
alpha135 | ἄνεχε· ἀντὶ τοῦ πάρεχε. Θεόπομπος (II 821 M. = fr. 82 K.). | |
alpha136 | ἀνέχειν· τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὴν σελήνην. λέγεται δὲ ἀνέχειν καὶ τὸ ἐξέ‐ χειν καὶ προέχειν, ὡς Θουκυδίδης ἐν τετάρτῃ (53, 3)· ‘πᾶσα γὰρ ἀνέχει ὡς τὸ 〈Σικελικὸν καὶ〉 Κρητικὸν πέλαγοσ‘, καὶ τὸ κωλύειν, ὡς ὁ αὐτὸς ἐν ἕκτῃ (86, 4)· ‘τοὺς ταῦτα κωλύοντας καὶ ἀνέ‐ χοντασ‘. καὶ Ἀριστοφάνης (II 1191 M. = fr. 621 K.)· | |
5 | ‘σὺ δ’ οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν‘. καὶ τὸ διαβαστάζειν καὶ φέρειν, ὃ καὶ ἀνέχεσθαι καὶ ἐπανέχειν λέγεται. | |
alpha137 | ἀνεχρήσαντο· διέφθειραν. οὕτω Θουκυδίδης (I 126, 11). σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλήφασιν. | |
alpha138* | ἀνήκει· Ἀντιφῶν μὲν (fr. 103 Bl.) ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ (II 713 M. = fr. 31 K.) ἀνήκω ἀντὶ τοῦ ἀναβέβηκα ἔφη, Θουκυδίδης δὲ (III 45, 3) ἀνήκουσιν ἀντὶ τοῦ τελευ‐ | |
τῶσι, λήγουσι. καὶ Δημοσθένης (LX 6) ἀνήκοντα ἀντὶ τοῦ διαφέροντα. | 106 | |
alpha139 | ἀνθρώπειον σῶμα· Κάνθαρος (fr. 3 Dem.). καὶ ἀνθρωπεία φύσις· Θου‐ κυδίδης (II 50, 1). | |
alpha140* | ἀνθρωπῆ· τὸ τοῦ ἀνθρώπου δέρμα, ὡς λεοντῆ. 〈Ἰωνικῶς δὲ ἀνθρωπέη〉. Ἡρό‐ δοτος εʹ (25, 1)· ‘σφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπέην‘. | |
alpha141* | ἀνιμᾶσθαι· ἀρύεσθαι. | |
alpha142 | ἀνοητίαν· τὴν ἄνοιαν Ἀριστοφάνης (II 1205 M. = fr. 746 K.). ἀνοηταίνειν δὲ Ἀμειψίας (fr. 1 Dem.). | |
alpha143 | ἀνοίγει καὶ ἀνοίγνυσι· διχῶς. | |
alpha144 | ἀνοκωχήν διὰ τοῦ ο τὴν ἀνοχὴν λέγουσι· πολὺ δέ ἐστι παρὰ Θουκυδίδῃ (e. g. I 40, 4; IV 38, 1 cf. 117, 1; V 25, 3; VIII 87, 4). σημαίνει δὲ καὶ τὴν ἀναχώρησιν. καὶ ἀνοκω‐ χεύειν τὸ ἀνέχειν. | |
alpha145 | ἀνταίρεταί σοι ὅπλα· Ξενοφῶν 〈Κύρου〉 Παιδείᾳ[ς] (V 4, 25) καὶ Θουκυδίδης ἱστορίας τρίτῃ (32, 2)· ‘〈οὔτε χεῖρας ἀνταιρομένουσ〉‘. | |
alpha146 | ἀντιβολία· ἱκετεία. Εὔπολις Κόλαξιν (II 555 M. = fr. 317 K.)· ‘κατ’ ἀντιβολίαν δέκα τάλαντ’ ἀπετ〈ε〉ισάμην‘. | |
alpha147 | ἄντικρυς· τὸ φανερῶς καὶ διαρρήδην, σπάνιον δὲ τὸ ἐξ ἐναντίας· τὰ δὲ πολλὰ τὸ ἐξ ἐναντίας ἀντικρὺ ἄνευ τοῦ ς. | |
alpha148 | ἀντίπαις (cf. fr. com. ad. 318 K.)· ὁ πρόσηβος καὶ ὑπὲρ τὴν τοῦ παιδὸς ἡλι‐ κίαν. ὁ δὲ αὐτὸς καὶ ἀνδρόπαις παρ’ Ἀριστοφάνει (Ar. Byz. p. 88 N.). | |
alpha149 | ἀντίπαλον· Θουκυδίδης ἀντὶ τοῦ ἶσον (e. g. VI 23, 1) καὶ ἀντικείμενον (e. g. I 3, 3; III 11, 1). | |
alpha150 | ἀνύτειν· οἱ Ἀττικοί, ὅπερ ἡμεῖς ἀνύειν. ἁνύειν δὲ τὸ σπεύδειν, δασείᾳ 〈τ〉ῇ πρώτῃ. Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς (Δ 56)· ‘οὐκ ἀνύω φθονέουσα ...‘ | |
alpha151 | ἀξιόχρεων· ἐν τῷ ω λέγουσι καὶ λιπόνεων καὶ τὰ οὐδέτερα. οἱ γὰρ παλαιοὶ ὁμοίως. τὸ δὲ ἀξιόχρεον βάρβαρον. | |
alpha152 | ἀξύμβλητον· ὥστε μηδενὶ ἀπαντῆσαι. Σοφοκλῆς 〈Λημνίαισ〉 (fr. 355 N.2 = 387 P.)· ‘ἄπλαστον, ἀξύμβλητον ἐξεθρεψάμην‘. | |
alpha153 | ἀπαιόλη· ἀπάτη καὶ ἀποστέρησις. Αἰσχύλος 〈Περραιβίσιν〉 (fr. 186 N.2)· ‘τέθνηκεν οἰκτρῶς χρημάτων ἀπαιόλῃ‘. | |
alpha154 | ἀπαιόλημα· ἀποπλάνημα, ἀποκάθαρμα. Σοφοκλῆς (fr. 915 N.2 = 1018 P.)· | 107 |
alpha155 | ἅπαν· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητὴς (Υ 156) ‘τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον ...‘ οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν καὶ τὸ ‘παράπαν‘ ὁμοίως καὶ ἅπαντα τὰ τοιαῦτα. | |
alpha156* | ἀπέδρα· καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν. Φερεκράτης Ἰπνῷ (II 279 M. = fr. 59 K.). ‘τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;‘ Μένανδρος Θετταλῇ (fr. 195 Kö. c. t.) ‘... εἶτ’ ἀπέδραν μόνοσ‘. | |
alpha157 | ἀπηλιώτης· ἐν τῷ π καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς, καὶ ἡ ἔπηλις ἔστι παρὰ Ποσειδίππῳ (IV 527 M. = fr. 41 K.). | |
alpha158* | ἀποδιοπομπεῖσθαι· ἀποπέμπεσθαι τὸν προστρόπαιον Δία καὶ προστρέπεσθαι τὸν ἀποτρόπαιον καὶ οἱονεὶ καθαίρεσθαι ἢ ἱλάσκεσθαι. | |
alpha159 | ἀπομαγδαλιὰ καὶ ἀπομαγδαλίς· ψωμὸς εἰς ὃν ἐκματτόμενοι τὰς χεῖρας μετὰ τὸ δεῖπνον ἐρρίπτουν τοῖς κυσίν. | |
alpha160 | ἀπολλύειν· ἀπολλύειν καὶ ἀπολλύναι, [καὶ] ἀποδεικνύειν καὶ ἀποδεικνύναι, 〈ὀμνύειν καὶ ὀμνύναι〉 διττῶς λέγουσιν. | |
alpha161 | ἀποσιμῶσαι· τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προτεῖναι γυμνήν· Φίλιππος (I 342 M. = II p. 215 K.). Θουκυδίδης δὲ (IV 25, 5) τὸ μετεωρίσαι τὰς ναῦς. | |
alpha162 | ἀποσκολύψαι· ἀφελεῖν τὸ δέρμα ἢ ἀπογυμνῶσαι. Σοφοκλῆς δὲ ἐν Μώμῳ (fr. 390 N.2 = 423 P.) 〈ἀποσκόλυπτε〉 τὸ ἀποκόλουε· φασὶ 〈δὲ〉 καὶ τὸν περιτετμημένον τὸ αἰδοῖον ἀπεσκολυμμένον. | |
alpha163 | ἀπόστα, οὐ μόνον ἀπόστηθι λέγουσιν, καὶ ‘παράστα‘. Μένανδρος Παιδίῳ (fr. 317 Kö.)· ‘ἐνταῦθ’ ἀπόστα μικρόν‘, Δὶς ἐξαπατῶντι (fr. 110 Kö.)· ‘ἐμοὶ πάραστα· τὴν θύραν κόψας ἐγώ | |
5 | καλῶ τιν’ αὐτῶν‘. | |
alpha164 | ἀποτρόπαιοι· 〈οἱ〉 ἀποτρέποντες τὰ κακά. | |
alpha165 | ἀποψύχειν· τὸ ἀποθνῄσκειν ἐν πρώτῃ (134, 3) Θουκυδίδης. | |
alpha166 | ἀπφά· ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα. | |
alpha167 | ἀπώμοτον· ἀποίητον. ‘τί δ’ ἔστ’ Ἀθηναίοισι πρᾶγμ’ ἀπώμοτον‘; Εὔπολις ἐν ταῖς Πόλεσιν (II 517 M. = fr. 217 K.). | |
alpha168 | ἀρδάνιον· τὸ ἀπὸ τοῦ πυθμένος ἕως τῆς γάστρας τοῦ κεραμίου, ἐν ᾧ ἄρδουσι | |
〈τὰ〉 θρέμματα. | 108 | |
alpha169 | ἄρδην· φοράδην. Εὐριπίδης Ἀλκήστιδι (607 s.)· ‘νέκυν .. ἤδη ... πρόσπολοι φέρουσιν ἄρδην ἐς τάφον τε καὶ πυράν‘. | |
alpha170 | ἀρεστήρ· εἶδος πέμματος ἱεροῦ 〈τοῖς θεοῖσ〉 ἀρέσκοντος. | |
alpha171 | Ἄρεως νεοττός καὶ Ἄρεως παιδίον· κέχρηται τῷ μὲν πρώτῳ Πλάτων Πει‐ σάνδρῳ (II 651 M. = fr. 104 K.), τῷ δὲ δευτέρῳ Ἀναξανδρίδης Πανδάρῳ (III 181 M. = fr. 38 K.). | |
alpha172 | Ἀρκάδας μιμούμενος (cf. Paus. s. v.)· ἄλλοις ταλαιπωρῶν. οἱ γὰρ Ἀρκά‐ δες ὑπὲρ ἑτέρων ἠνδραγαθίζοντο. | |
alpha173 | ἄρκτον· οὐχὶ ἄρκον. 〈Κρατῖνος ἐν〉 Ὀδυσσεῦσ〈ιν〉 (II 94 M. = fr. 140 K.)· ‘ἐπ’ ἀριστέρ’ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν, ἕως ἂν ἐφεύρῃσ‘. τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ, ὡς ἡμεῖς, ἀπαρκίαν διὰ τὸ εὔφωνον, καὶ τὴν πνοὰν ἄρκιον. 〈Αἰσχύλος Μέμνονι (fr. 127 N.2)〉· | |
5 | ‘καὶ μὴν πελάζει καὶ καταψύχει πνοή ἄρκιος ὣς ναύταισιν ἀσκεύοις μολών‘. | |
alpha174 | ἀρνευτήρ· ὁ κυβιστητήρ. 〈Ὅμηρος (Π 742s.)〉· ‘ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικώς κάππες’ ἀπ’ εὐεργέος δίφρου‘. | |
alpha175 | ἁρπαγή· ὀξυτόνως ἡ διαρπαγή. ἡ δὲ ἁρπάγη βαρυτόνως τὸ σκεῦος, ᾧ τοὺς κάδους ἀνάγουσιν ἐκ τῶν φρεάτων. | |
alpha176 | ἀρρενικόν· 〈Ἀττικῶσ〉, οὐχὶ ἀρσενικόν. τὸ τῶν γραφέων φάρμακον. | |
alpha177 | ἀρρενωπὸς 〈καὶ ὁ παρὰ τῷ Κρατίνῳ (II 187 M. = fr. 389 K.) ἀρρενωπάς〉· ὁ ἀνδρόγυνος καὶ ὁ ἀνδρεῖος, ὁ στερρός. λέγουσι δ’ οὕτω τὰ μὲν ἄλλα γύννιδας, ἔχοντας δέ τι ἀνδρό‐ μορφον. ἀρρεν〈νικὰ δὲ〉 καὶ [ἀρρενικῶς καὶ] ἡμίανδρος καὶ ἡμιγύναιξ καὶ διγενὴς καὶ θηλυδρίας καὶ ἑρμαφρόδιτος καὶ ἴθρις, οὗ ἡ ἰσχὺς τεθέρισται. Ἱππῶναξ δὲ (fr. 114 Bgk.) ἡμίανδρον τὸν | |
5 | οἷον ἡμιγύναικα. λέγεται δὲ καὶ ἀπόκοπος καὶ βάκηλος καὶ ἀνδρόγυνος καὶ γάλλος καὶ γύννις καὶ Ἄττις καὶ εὐνουχώδης. | |
alpha178 | ἄρριχοι· κόφινοι οἰσύϊνοι, οὓς ἀρσενικῶς τοὺς ἀρσίχους οἱ Ἴωνες, θηλυκῶς δὲ οἱ Ἀττικοὶ τὰς ἀρρίχους φασίν. | |
alpha179 | ἄρρυ· ἐπίφθεγμα κωπηλατῶν ὥσπερ τὸ ‘ῥυπ〈π〉απαί‘ (Ar. ran. 1073) καὶ ἕτερα τοιαῦτα. | |
alpha180 | ἀρτάβη· μέτρον ἐστὶ Περσικόν. οὕτως Ἡρόδοτος (I 192, 3). | |
alpha181 | ἀρτίστομος· ὁ σαφὴς καὶ ἡδὺ φθεγγόμενος. | |
alpha182 | ἀρυστίχους· τὰς οἰνοχόας καὶ κοτύλας. | 109 |
alpha183 | ἀρύτεσθαι· σὺν τῷ τ, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης Νεφέλαις (272)· ‘εἶτ’ ἄρα Νείλου προχοὰς ὑδάτων χρυσέοις ἀρύτεσθε πρόχοισιν‘. καὶ Πλάτων Νόμοις (636d)· ‘ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσον καὶ ὁπότε‘. | |
alpha184* | ἀρχέτυπον οὐδενὶ τῶν ἀρχαίων συγγραφέων οὐδὲ ῥητόρων οὐδὲ τῶν Μούσαις κατόχων εἴρηται. | |
alpha185 | ἀρχολίπαροι· οἱ λιπαροῦντες, ἵνα ἄρξωσιν, ἢ οἱ ἐκ τοῦ ἄρχειν λιπαινόμενοι. | |
alpha186 | ἄσβολος· θηλυκῶς ἡ ἄσβολος, οὐκ ἀρσενικῶς ὁ ἄσβολος. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις (244 s.)· ‘τὰ πλεῖστα γάρ ἀποπεπόνηκας. —φεῦ, ἰοῦ τῆς ἀσβόλου‘. | |
alpha187* | ἀσκωλίζοντες· ἐφ’ ἑνὸς ποδὸς ἁλλόμενοι [χωλαίνοντες]. | |
alpha188* | ἀστάνδης· γραμματοφόρος. Περσικὴ ἡ λέξις. | |
alpha189 | ἀστόξενοι· οἱ γένει μὲν ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ γῆς ἀλλοδαπῆς γεγο‐ νότες. | |
alpha190 | ἀστραγάλους· οἱ Ἀττικοί, τὸ γὰρ θηλυκὸν Ἰακόν· καὶ παρ’ Ὁμήρῳ τινὲς θηλυκῶς, οἷον (Ψ 88)· ‘νήπιος οὐκ ἐθέλων ἀμφ’ 〈ἀστραγάλῃσιν ἐρίσσασ‘ ἀντὶ τοῦ ‘ἀμφ’〉 ἀστραγάλοισι χολωθείσ‘. Φερεκράτης Δουλοδιδασκάλοις (II 272 M. = fr. 43 K.)· | |
5 | ‘ἀντ’ ἀστραγάλων 〈×〉 κονδύλοισι παίζετε‘. Πλάτων Λύσιδι (206e)· ‘ἠρτίαζον ἀστραγάλοις παμπόλλοισ‘. λέγουσι δὲ καὶ ἀστρίχους. Ἀντι‐ φάνης Ἐπιδαυρίῳ (III 50 M. = fr. 92 K.)· ‘ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοισ‘. | |
alpha191* | ἀσφόδελος προπαροξυτόνως ἀναγνωστέον· ‘οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ‘ (Hes. opp. 41)· τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς καὶ παρ’ Ὁμήρῳ (λ 539)· ‘κατ’ ἀσφοδελὸν λειμῶνα‘. | |
alpha192 | ἀσχέδωρος· ὁ σύαγρος παρ’ Ἰταλιώταις. Αἰσχύλος 〈Φορκίσι (fr. 261 N2). ἔστι δὲ〉 ὁ ἐκ τῆς ἰδίας ἀλκῆς ἄσχετα δωρούμενος οἷον βίαιος. | |
alpha193 | ἄττα· σημαίνει μὲν ἡ φωνὴ τὸ τινά, ὁπότε ψιλοῦται, ἢ καὶ τὸ ὀλίγα ἢ παραπλή‐ σιον· ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσιν· σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν, ὡς Δημοσθένης δηλοῖ ἐν τῷ 〈Περὶ〉 τῆς παραπρεσβείας (XIX 304)· ‘ὁ δὲ πρεσβεύων Αἰσχίνης οὑτοσί· ἐλθὼν 〈δ’〉 [πῶς μὲν καὶ] ἅττα 〈μέν〉 ποτε διελέχθη 〈καὶ ἐδημηγόρησεν, αὐτὸς ἂν εἰ‐ | |
5 | δείη〉‘. ἐνίοτε δὲ καὶ ὡς παρέλκον ἐστί, ὡς ἐν Χείρωνι Φερεκράτης (II 339 M. = fr. 151 K.)· ‘τοῖς δέκα ταλάντοις προστιθείσ‘, ἔφη, ‘ἄλλ’ ἄττα πεντήκοντα‘. Ἀριστοφάνης Νεφέλαις (630)· | |
‘ὅστις σκαλαθυρμάτι’ ἄττα μικρὰ μανθάνων‘. παραλαμβάνει δὲ καὶ τὸ πότε ἢ τὸ ἰσοδυναμοῦν τούτῳ καὶ τὸ πηνίκα (cf. Eratosth. fr. 22 Str.). | 110 | |
10 | 〈Χιωνίδης (II 1181 et V 14 Mein. = fr. 8 K.)〉· ‘πυθοῦ χελιδὼν πηνίκ’ ἄττα φαίνεται‘ καὶ πάλιν (ib.)· ‘ὁπηνίκ’ ἄτθ’ ὑμεῖς κοπιᾶτ’ ὀρχούμενοι‘. | |
alpha194 | αὐθέντης· οὐχ ὁ δεσπότης, ἀλλ’ ὁ αὐτοχειρίᾳ φονεύς. λέγεται δὲ ὁ αὐτὸς ἐντε‐ λέστερον καὶ αὐτοέντης. | |
alpha195 | αὐτερέται (Thuc. I 10, 4)· οἱ αὐτοὶ καὶ ἐρέται καὶ ὁπλῖται. | |
alpha196 | αὐτοβοεί· τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ. οὕτω Θουκυδίδης (II 81, 4; III 113, 6, saepius). παρὰ Θεοπόμπῳ δὲ (deest M.—K.—Dem.) ἀντὶ τοῦ κατὰ κράτος. | |
alpha197* | ἀφαδία· ἡ ἔχθρα. Εὔπολις ἐν Ἀνδρογύνοις (II 438 M. = fr. 34 K.)· ‘... δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν‘. | |
alpha198* | ἀφάδιος· ἐχθρός, παρὰ τὸ ἀφανδάνειν. | |
alpha199 | ἄφενος· ὁ ἀπὸ ἐνιαυσίων γεννημάτων πλοῦτος. καὶ Ὅμηρος μὲν οὐδετέρως (Α 171), τινὲς δὲ ἀρσενικῶς. | |
alpha200 | ἀφεψιασάμην· ἀφωμίλησα. Σοφοκλῆς 〈Ἀντηνορίδαισ〉 (fr. 134 N.2 = 138 P.). | |
alpha201 | ἀφροδισία ἄγρα (Soph. fr. 169 N2 = 166 P.)· οἱ πέρδικες διὰ τὸ τοὺς θη‐ ρῶντας τῇ θηλείᾳ ἐπιβουλεύοντας αἱρεῖν αὐτούς. | |
alpha202 | ἀχάναι· Περσικὰ μέτρα. ἄλλοι δὲ (i. e. Phanod. FHG. I 369, fr. 25) κίστας φασίν, εἰς ἃς ἀπετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίας στελλόμενοι. | |
alpha203 | ἀχέτης· 〈Ἀττικοὶ διὰ τοῦ α, ἠχέτης Ἴωνεσ〉· ὁ ἠχητικὸς τέττιξ. | |
alpha204 | ἀχυρός· ὁ ἀχυρών. ** (IV 629 M. = fr. ad. 783 K.)· ‘〈⏑ ⏑ –〉 Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρόν‘. | |
alpha205 | ἀωρόλειος· ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λεαινόμενος καὶ φαλακριῶν. τὸ αὐτὸ καὶ ὠμογέρων, ὁ παρ’ ἡλικίαν γηράσας. | |
alpha206 | ἀωτεύειν· ὑφαίνειν καὶ ὑπνοῦν. | |
alpha207 | ἄωτοι· οἱ κωφοί. | |
alpha208* | ἄωτον· κόσμος, στέφανος. | 111 |
beta1 | βᾶ· ἐπίρρημα, 〈ὃ〉 πρὸς τοὺς ‘καταρνῇ;‘ ἀναφωνήσαντας εἰώθασιν οἱ ἀντιτιθέν‐ τες ἀντεμβοᾶν, καὶ ἔστιν οἱονεὶ σκῶμμα. Ἕρμιππος Δημόταις (II 338 M. = fr. 19 K.). | |
beta2 | βαλβίδες· αἱ ἐπὶ ἀφέσεως δρομέων γραμμαὶ καὶ ὅσαι ἐν φρέασι καὶ ἄλλοις τοιού‐ τοις ἐγκοπαὶ καὶ ἐξοχαί, δι’ ὧν κατίασιν εἰς αὐτά. | |
beta3 | βάλλειν· τρία σημαίνει· τὸ προέσθαι, τὸ ῥῖψαι, τὸ τρῶσαι. | |
beta4 | βαμβαλύζειν· τὸ τρέμειν ὑπὸ ψύχους. 〈οὕτως Ἱππῶναξ (fr. 24b, 2 D.2)〉. | |
beta5 | βασίλεια καὶ βασίλισσα· Ἀττικῶς. 〈Ξενοφῶν Οἰκονομικῷ (9, 15)〉. Μέναν‐ δρος δὲ (fr. 652a Kö.) βασίλινναν λέγει. | |
beta6* | βασιλειᾶν· 〈βασιλείαν περιβάλλεσθαι〉. | |
beta7 | βασίλειον· εἶδός τι μύρου. | |
beta8 | βασίλειος στοά· 〈Ἀθήνησι〉 πλησίον τῆς τοῦ Ἐλευθερίου Διὸς στοᾶς. | |
beta9 | βασιλίδες· ὑποδήματά τινα. | |
beta10 | βασιλίνδα· παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ ὑπηρέτας ἀπομιμούμενοι ἐχρῶντο. | |
beta11 | βαῦνος· ἡ κάμινος, ἐξ οὗ καὶ βάναυσοι. | |
beta12 | βή· τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ ‘βαί‘ λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ (II 40 M. = fr. 43 K.)· ‘ὁ δ’ ἠλίθιος ὥσπερ πρόβατον ‘βὴ βή‘ λέγων βαδίζει‘. | |
beta13 | βήρηκες· φυράματα μαζῶν καὶ αἱ τολύπαι τῶν ἐρίων. | |
beta14 | βιβάζει· συζυγεῖ, ὀχεύει. | |
beta15* | βλακεύεσθαι· μωραίνειν, καὶ βλακεύματα αἱ εὐήθειαι. | |
beta16* | βλάξ· μαλακός, χαῦνος, ἐκλελυμένος ἢ μωρός. | |
beta17 | βουνός· 〈λόφοσ〉. Φιλήμων ἐπισκώπτει (IV 16 et 46 M. = fr. 49 et 142 K.) τὸ ὄνομα ὡς βάρβαρον. | |
beta18 | βριμοῦται· ἀπειλεῖ. | |
beta19 | βύβλινον καὶ βίβλινον· διχῶς. | |
beta20 | βυσαύχην· ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον. | |
beta21 | βῶλος· θηλυκῶς 〈Ἀττικοί, ἀρσενικῶς Ἴωνεσ〉. | 112 |
gamma1 | γάλως· ἡ τοῦ ἀνδρὸς ἀδελφή, ὁποία ἐστὶ τῇ Ἑλένῃ ἡ Κασσάνδρα. καὶ ἡ τοῦ ἀδελφοῦ γυνὴ 〈ὁποία ἐστὶ τῇ Κασσάνδρᾳ ἡ Ἑλένη〉· πρὸς ἀλλήλας γὰρ λέγονται. | |
gamma2 | 〈γάμμα〉· τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες ὡς Δημόκριτος (Vors. 2 68 B 19). | |
gamma3 | γάστρις· ὁ περὶ γαστέρα ἀκρατής. | |
gamma4 | γέλοιος· ὁ καταγέλαστος προπαροξυτόνως· προπερισπωμένως δὲ γελοῖος ὁ γελωτοποιός. | |
gamma5 | γενειά〈δες〉· αἱ τρίχες· γένειον δὲ ὁ τόπος. | |
gamma6* | γέντα· Θρᾳκιστὶ τὰ κρέα. | |
gamma7 | Γέραιραι· παρὰ Ἀθηναίοις γυναῖκές τινες ἱεραί, ἃς ὁ βασιλεὺς καθίστησιν ἰσαρίθμους τοῖς βωμοῖς τοῦ Διονύσου, 〈ὀνομαζόμεναι οὕτω〉 διὰ τὸ γεραίρειν τὸν θεόν. | |
gamma8 | γέρην· ἡ θηλεία γέρανος. | |
gamma9 | γέρρα· καὶ οἱ τόποι οἱ περιπεφραγμένοι καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων, αἱ οἰσύϊ‐ ναι. οἱ δὲ κωμικοὶ καὶ τὸ γυναικεῖον αἰδοῖον οὕτω καλοῦσιν (cf. Epich. fr. 235 Kaib.). | |
gamma10 | γεώλοφον καλοῦσι τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον. | |
gamma11 | γλυκὺς ἀγκών· οὐ κατ’ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλομένου εἰπεῖν· ‘ὦ γλυκέα ἤθη‘. ἔστι δὲ [παροιμία] ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ Φάωνι—γέρων δὲ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος—(II 677 M. = fr. 178 K.)· ‘ὦ χρυσοῦν ἀνάδημα, | |
5 | ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις 〈ἡρμοσμένον〉, ὦ γλυκὺς ἀγκών‘, ὡς εἴ τις λέγοι ‘ὦ γλυκὺς πῆχυσ‘. | |
gamma12* | 〈Γραικούς· Ἀττικοί,〉 Ῥαικοὺς οἱ βάρβαροι τοὺς Ἕλληνας. Σοφοκλῆς (fr. 983 N.2 = 1087 P.) τῇ λέξει κέχρηται. | |
gamma13* | γρῖφος· τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπεπλεγμένος λόγος. | |
gamma14 | γρώνη· τὸ κοῖλον τοῦ ἁρματείου δίφρου, εἰς ὃ τὰς μάστιγας οἱ ἡνίοχοι ἀπετίθεντο· τὸ δ’ αὐτὸ καὶ ληνόν τινες ἔλεγον. | |
delta1 | Δαῖρα· Ἀττικῶς μήτηρ Ἐλευσῖνος. οἱ 〈δὲ〉 περὶ τελετὰς καὶ μυστήρια τὴν ὑγρὰν οὐσίαν Δαῖραν ὀνομάζουσιν. | |
delta2 | δάπητες· ἐπιβόλαια ἢ στρώματα. οὕτως Ἀριστοφάνης (Plut. 528). | 113 |
delta3 | δάπιδες· στρώματα ἄττα. Φερεκράτης (II 290 M. = fr. 185 K.)· ‘ὁ χορὸς δ’ αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωματόδεσμα[τα]‘. λέγουσι δὲ καὶ τάπιδας. | |
delta4* | δείλη ὀψία· ἡ περὶ δύσιν ἡλίου. δείλη πρωία· ἡ πρὸ ἀρίστου ὥρα ἢ μετὰ τὸ ἄριστον. | |
delta5 | δελφίς· ὄργανον μολυβδοῦν πρὸς ναυμαχίαν τοῦ δελφῖνος παρώνυμον· ὅθεν καὶ Θουκυδίδης νῆας δελφινοφόρους (VII 41, 2)· 〈‘ἔπειτα αὐτοὺς αἱ κεραῖαι ὑπὲρ τῶν ἔσπλων, αἱ ἀπὸ τῶν ὁλκάδων δελφινοφόροι, ἠρμέναι ἐκώλυον‘〉. | |
delta6 | δένδρεον καὶ δένδρος· τὸ δένδρον. δένδρον 〈δὲ〉 καὶ δένδρα μᾶλλον ἢ δένδρος καὶ δένδρη καὶ αἱ πτώσεις δένδρου καὶ δένδρῳ μᾶλλον ἢ δένδρους καὶ δένδρει. Ξενοφῶν γοῦν ἐκεί‐ νως μᾶλλον ὀνομάζει, 〈Θουκυδίδης δὲ ‘δένδρεσι‘ λέγει (II 75, 1)〉, Ὅμηρος δὲ ἔνθα μὲν δένδρεα λέγει (Ι 541; Λ 88; Φ 338; ε 238, 241; η 114; λ 588; ν 196; ς 359; τ 112; ω 336ἔνθα δὲ | |
5 | (Γ 152) ‘δενδρέῳ ἐφεζόμενοι‘. | |
delta7 | δενδρυάζουσαν φωνήν οἱ φωνασκοὶ καλοῦσι. | |
delta8 | δεσμά· οὐδετέρως Ἀττικοί, οὐχὶ δεσμούς. | |
delta9 | δεῦρο· ἐνθάδε, ἐπὶ τοῦ παρόντος. ἢ καὶ ‘ἄγε καὶ ἐλθέ‘. | |
delta10 | δῆθεν ὡς ‘δή‘ 〈Θουκυδίδησ〉 φησί (I 92)· τοῦτο δὲ προσποίησιν ἀληθείας ἔχει, δύναμιν δὲ ψεύδους. λαμβάνεται δὲ τὸ θεν ὡς παραπληρωματικόν. | |
delta11 | δημιουργός· ὁ δημοσίᾳ μισθαρνῶν. Ὅμηρος (ρ 383ss.; τ 135). παρὰ τοῖς Δωριεῦσιν ὁ δήμου προεστὼς 〈ἅτε〉 τὰ δημόσια πράττων, παρὰ τοῖς Ἀττικοῖς καὶ ἡ γυνή, ἣ ἐν τοῖς γάμοις πέμματα πέσσει. | |
delta12 | δημότης· Ἀττικῶς ὁ τοῦ αὐτοῦ δήμου μετέχων. [καὶ] Ἴωνες δὲ δημότας φασὶ τοὺς δημοτικούς. | |
delta13 | δημοῦσθαι· παίζειν. οὕτω Πλάτων (Theaet. 161e). | |
delta14 | δήπου· ὡς ‘δή‘, ἀντὶ τοῦ ἀμέλει, δηλονότι. | |
delta15 | δήπουθεν· δηλονότι ἢ ἔκ τινος τόπου. | |
delta16 | διαβασιλίζεται· τῆς βασιλείας ἀντιποιεῖται. | |
delta17 | διακυνοφθαλμίζεσθαι (IV 633 M. = fr. ad. 975 K.)· τὸ ὑποβλέπεσθαι καὶ ὑφορᾶσθαι ἀλλήλους. | |
delta18 | διαληκᾶσθαι· ἀντὶ τοῦ διαμωκᾶσθαι καὶ διαπαίζειν. | |
delta19 | διαττᾶν Ἀττικοὶ λέγουσι τὸ σήθειν, καὶ διηττημένον τὸ σεσησμένον. | 114 |
delta20 | διδυμάονε· οἱ κεχωρισμένοι τοῖς σώμασι, δίδυμοι δὲ οἱ συμφυεῖς. | |
delta21 | Δίες (tit. com.?)· τὸ πληθυντικὸν τοῦ Διός· καὶ δρᾶμα οὕτως ἐπιγέγραπται· καὶ αἱ ἐφεξῆς πτώσεις Διῶν καὶ Δισὶ καὶ Δίας. | |
delta22 | διεσαρδάνισε· διεγέλασεν, οὐκ ἐπὶ διαχύσει, ἀλλ’ οἱονεὶ Σαρδάνιον γέλωτα. | |
delta23 | διέτης, τριέτης, πεντέτης καὶ πάντα τὰ ὅμοια βαρύνουσιν Ἀττικοὶ προ‐ φέροντες τῷ τόνῳ ὡς εὐεργέτης. | |
delta24 | δίκορσον· δικόρυφον. | |
delta25 | δικραές· δικέφαλον. | |
delta26 | δίοπος· ὁ οἰκονόμος· Αἰσχύλος ἐν Σισύφῳ (fr. 232 N.2). καὶ ὁ τῆς νεὼς ἐπι‐ μελητής, παρὰ τὸ διοπτεύειν ὡς ἐπισκοπῶν αὐτὴν καὶ ἐφορῶν. Ἀριστοφάνης δὲ ἐν Λημνίαις (II 1103 M. = fr. 372 K.) εἴρηκε καὶ ‘ναυφύλαξ‘. | |
delta27 | δόνακα ὑπολύριον· τὸ γὰρ παλαιὸν ἀντὶ τοῦ κέρατος κάλαμον ὑπετίθεντο ταῖς λύραις. Ἀριστοφάνης ἐν Βατράχοις (233). | |
delta28 | δορίδες· μαγειρικαὶ τράπεζαι. | |
delta29 | 〈δόρυ καὶ κηρύκειον· ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων〉· οἱ 〈γὰρ〉 ὑπ’ Ἀθηναίων πολεμούμενοι Γεφυραῖοι προέπεμψαν κήρυκα καὶ κατόπιν καθώπλισαν ἑαυτοὺς κἀντεῦθεν ἡ ῥηθεῖσα παροιμία. | |
delta30 | δόχμη· τὸ τετραδάκτυλον. Ἀρίσταρχος δὲ ὀξύνει, ὡς καὶ Ἀριστοφάνης ἐν τῷ (IV 627 M. = fr. ad. 571 K.)· ‘οὔ τοι δ’ ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά.‘ ἐν μέντοι τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, | |
5 | ὄχνη, ὄγχνη. | |
delta31 | δύο διὰ τοῦ ο καὶ δύω κατὰ ἔκτασιν Ἀττικοὶ λέγουσιν ἑκατέρως, ‘δυοῖν‘ δὲ ἐπὶ γενικῆς καὶ δοτικῆς, τὸ δὲ ‘δυεῖν‘ σπάνιον παρὰ τοῖς παλαιοῖς, 〈σύνηθες δὲ τοῖσ〉 νεωτέ‐ ροις· ἔστι δὲ ὅμως παρὰ Θουκυδίδῃ (VIII 101, 1) 〈‘δυεῖν ἡμέραιν‘〉. λέγουσι δὲ καὶ ‘τῶν δύο‘ καὶ ‘τοῖς δύο‘. τὸ δὲ ‘δυσί‘ βάρβαρον καὶ κατὰ χρῆσιν Ἀττικὴν καὶ κατὰ λόγον γραμματικόν. Ὅμη‐ | |
5 | ρος δὲ ἐπὶ μὲν ὀρθῆς καὶ γενικῆς 〈καὶ δοτικῆσ〉 καὶ αἰτιατικῆς ‘δύο‘ λέγει, ἐπὶ δὲ κλητικῆς κατὰ ἔκτασιν ‘δύω‘. | |
delta32 | δυοῖν· καὶ ἐπὶ δοτικῆς παρὰ Ἀττικοῖς, οἷον (IV 626 M. = fr. ad. 284 K.)· ‘δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται‘. | |
delta33 | δύσεριν· φιλόνεικον, παρὰ τὸ δυς, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν. | 115 |
delta34 | δυσωπεῖσθαι· ὑφορᾶσθαι, φοβεῖσθαι μεθ’ ὑπονοίας, σκυθρωπάζειν, [ἔνιοι δέ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι] ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. | |
delta35 | δωριάζειν· τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολύ τι τοῦ σώματος· αἱ γὰρ κατὰ Πελοπόννησον κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θατέρᾳ ἐπιπεπορπημέναι. | |
epsilon1 | ἑανὸς κασσίτερος (cf. Σ 613)· ὁ εὐδιάχυτος, καὶ (cf. Σ 352; Ψ 254) ἐπι‐ βόλαιον λιτόν, ποτὲ δὲ λεπτὸν ὕφασμα. | |
epsilon2 | ἐγγαστρίμυθος ὁ ἐν γαστρὶ μαντευόμενος· τοῦτον καὶ ἐγγαστρίμαντιν 〈καλοῦ‐ σιν〉, ὃν νῦν τινες Πύθωνά φασιν, Σοφοκλῆς δὲ (fr. 56 N.2 = 59 P.) στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος (Soph. 252c) Εὐρυκλέα ἀπὸ Εὐρυκλέους τοιούτου μάντεως, Ἀριστοφάνης Σφηξί (1019)· ‘μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν‘. | |
5 | Φιλόχορος δὲ ἐν τρίτῃ Περὶ μαντικῆς (FHG I 416, fr. 192) καὶ γυναῖκας ἐγγαστριμύθους φησίν. | |
epsilon3 | ἐγγλωττογάστορες· οἱ ἀπὸ γλώττης ζῶντες. | |
epsilon4 | ἐγρηγόρσιον· τὸ ποιοῦν ἐγρηγορέναι, εἴτε βρῶμα εἴτε ἄλλο τι τοιοῦτον. Φερεκράτης (II 343 M. = fr. 208 K.) [παυσινύσταλον]. | |
epsilon5 | ἐγχειρογάστορες· οἱ ἀπὸ χειρῶν ζῶντες. | |
epsilon6 | ἐγχέλεια· τὰ τεμάχη τῶν ἐγχέλεων. | |
epsilon7 | ἔγχελυς· τὸ ἑνικόν, ἐγχέλεις δὲ τὸ πληθυντικὸν καὶ ἐγχέλεων καὶ ἐγχέλεσιν. | |
epsilon8 | ἐγχρῖσαι· τὸ παῖσαι κέντρῳ σκορπίον ἢ σφῆκα ἤ τι τοιοῦτον. | |
epsilon9 | ἐδέατρος· τὸ μὲν ὄνομα Ἑλληνικόν, ἡ δὲ χρεία Περσική. ἦν δὲ προγεύστης τὸ πρῶτον καὶ προήσθιε τοῦ βασιλέως εἰς ἀσφάλειαν. ὕστερον δὲ ἐνομίσθη ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς. | |
epsilon10 | ἐθάς· φίλος, συνήθης. τινὲς δὲ καὶ ἠθάς. | |
epsilon11 | ἐθελοντής· 〈Ἀττικῶς, ἑκοντὴς κοινῶσ〉. ὁ αὐθαιρέτως τι ποιῶν, παρὰ τὸ ἐθέλω. καὶ ἐθελονταὶ διδάσκαλοι, ὅτε τις μὴ λαβὼν χορὸν μηδὲ χορηγητὴν ἔχων δι’ ἑαυτοῦ τὰ πάντα παρεῖχε. | |
epsilon12 | εἰθύφαλλος· αἰδοῖον ἐντεταμένον, καὶ ᾆσμα Διονυσιακὸν Ἀθήνησι καὶ ἑταιρι‐ | |
κόν [δέ], τουτέστι φίλον ταῖς ἑταιρίσιν, αἳ καὶ ἀνασεισίφαλλοι φερωνύμως λέγονται ἐν τῇ κωμῳδίᾳ (IV 631 M., deest K.—D., cf. Hipp. fr. 111 Bgk.) ὡς ἀνασείουσαι [φησὶ] τὸν φάλητα. | 116 | |
epsilon13 | 〈εἰκοσίπηχυ καὶ εἰκοσίκλινον καὶ〉 εἰκοσιστάδιον· 〈Ἀττικῶσ〉 διὰ τοῦ ι· εἰκοσάπηχυ δὲ εἰπεῖν καὶ εἰκοσάκλινον καὶ εἰκοσαστάδιον οὐ χρή, εἰ καὶ ἔδοξε τοῖς ὕστερον οὕτω λέγειν, οἳ καὶ πεντάκλινον καὶ τοιαῦτά τινα λέγουσιν. | |
epsilon14 | εἰλεῖν· ἐκπιέζειν ἐλαίας ἢ στέμφυλα. | |
epsilon15 | εἱλεῖν· τὸ ἐν ἡλίῳ ξηραίνειν. | |
epsilon16 | εἴλη· ἐπὶ τοῦ τάγματος, καὶ τοῦ πλήθους συστροφή. | |
epsilon17 | εἱληθερεῖν· τὸ ἡλιάζεσθαι. | |
epsilon18 | εἱληθερὲς ὕδωρ· τὸ ὑπὸ ἡλίου τεθερμασμένον. | |
epsilon19 | εἵλη καὶ ἕλη· ἡλίου [ἀλέα] αὐγή. | |
epsilon20 | εἰλυσπᾶσθαι· ὁμοίως ὄφει καὶ σκώληκι εἰλεῖσθαι καὶ σπᾶσθαι, ὅθεν καὶ εἰλύ‐ σπωμα ἡ τοιαύτη κίνησις 〈καὶ〉 εἰλυσπώμενοι· συνειλούμενοι. | |
epsilon21 | εἰνάτερες αἱ τοῖς ἀλλήλων ἀδελφοῖς γεγαμημέναι, ἃς συννύμφους τινές φασιν. | |
epsilon22 | εἶπον καὶ εἶπα· ἀμφότερα παρὰ Ἀττικοῖς, μᾶλλον δὲ τὸ πρότερον. καὶ τὰ προσ‐ τακτικὰ δὲ ἀμφοτέρως καὶ εἰπὲ καὶ εἶπον [ὀξυτόνως]. καὶ αἱ μετοχαὶ ὁ εἰπὼν καὶ ὁ εἴπας. | |
epsilon23 | εἰστέον· γνωστέον. | |
epsilon24 | εἰσωποί· εἴσω ἰδέσθαι, εἰς ὦπα, ἐνώπιον, ἐν ὀφθαλμοῖς. | |
epsilon25 | εἶτα καὶ ἔπειτα· Ἀττικά. τὸ δὲ εἶτεν καὶ ἔπειτεν Ἰακά. διὸ καὶ παρ’ Ἡροδότῳ (ἔπειτε I 146 3; II 52, 2; VI 83, 1; 91, 1) κεῖνται. | |
epsilon26* | ἐκμαγεῖον· ἐκτύπωμα, σφραγίς, εἰκών. τὸ δ’ αὐτὸ καὶ ἔκμαγμα· Ἀριστοφάνης (Thesm. 514)· ‘λέων, λέων 〈σοι γέγονεν〉 αὖτ’ ἔκμαγμα σόν‘. γίνεται ἐκ τοῦ μάττειν, ὅθεν καὶ ἐκμάττειν καὶ ἐκμάττεσθαι τὸ ἀποσπογγίζειν, μάλιστα δὲ τὸ ἔκ | |
5 | τινος τύπον αἴρειν τινά. 〈ἐκ δὲ τούτου τοῦ μάττειν καὶ〉 ἀπομάττειν τὸ ἀποσπογγίζειν, ἀναμάττειν δὲ τὸ ἄνω ποιεῖν τοῦτο περὶ κεφαλὴν 〈καὶ〉 ὁ μάγος ὁ ἀποματτόμενος πάντα. τὸ δὲ μάττειν καὶ ἐπὶ τοῦ φυρᾶν ἄρτους τίθεται, ὅθεν καὶ ἡ μᾶζα καὶ ἡ μαγίς. | |
epsilon27 | ἐκολλόπωσε· ἐκόλλησε. κόλλοπες γὰρ βοῶν νεῦρα, ὅθεν κόλλα γίνεται. | |
epsilon28 | ἐκτρυπῆσαι· 〈τὸ〉 λάθρα ἐξελθεῖν. εἰστρυπῆσαι δὲ τὸ παρεισελθεῖν. | |
epsilon29* | ἐλαία καὶ ἐλάα καὶ ἐλᾶ· Ἀττικῶς ὁ τῆς ἐλαίας καρπός. καὶ ἐλαολογεῖν τὸ συλλέγειν ἐλαίας. | |
epsilon30 | Ἐλαία· πόλις ἐν Ἰταλίᾳ. | |
epsilon31 | ἔλαιος ἄγριος· οὐκ ἀγριέλαιος. Ἴωνες δὲ τὴν ἄρρενα καὶ ἀγρίαν ἐλαίαν ἔλαιόν | |
φασιν. | 117 | |
epsilon32* | ἑλλεδανοί· οἱ μανδάκαι, οἷς δεσμοῦνται τὰ δράγματα. | |
epsilon33* | ἐλλόβια· ἐνώτια, διὰ τὸ ἐν τοῖς λοβοῖς τῶν ὤτων εἶναι. | |
epsilon34 | ἐμμέλεια· (Aesch. fr. 19 N.2)· τραγικὴ ὄρχησις, ὥσπερ ἡ κωμικὴ κόρδαξ καὶ ἡ σατυρικὴ σίκιννις. ἐκαλεῖτο δὲ ἐμμέλεια καὶ τὸ ὑπὸ τὴν τραγικὴν ὄρχησιν ᾀδόμενον αὔλημα. | |
epsilon35 | ἐμπαλασσόμενοι· ἐμπλεκόμενοι, περιπειρόμενοι δόρατι, φυρόμενοι. οὕτω Θου‐ κυδίδης (VII 84, 3). | |
epsilon36 | ἕνος· ὁ ἐνιαυτός. 〈δασύνουσιν οἱ Ἀττικοὶ ὡς καὶ τὸ〉 ἄφενος (cf. Ael. gl. α 199) καὶ τὸ ‘ἕνη τε καὶ νέα‘ (cf. Paus. gl. ε 38). | |
epsilon37* | ἐν τέλει· ἐν ἀρχῇ. | |
epsilon38 | ἐν χρῷ κουρά· ἡ ψιλὴ καὶ πρὸς τὸν χρῶτα. | |
epsilon39 | ἐν χρῷ κουρίας· ὁ ἐν χρῷ κεκαρμένος πρὸς αὐτῷ τῷ χρωτὶ οἷον σύνεγγυς καὶ πλησίον τοῦ δέρματος τὰς τρίχας ἐξυρημένος. | |
epsilon40 | ἐν χρῷ πλοῦς· ὁ γῆς ἐγγύς. Θουκυδίδης (II 84, 1) ἐν χρῷ παραπλεῦσαί φησι τὰς ναῦς. | |
epsilon41* | ἐξανέψιοι· ὧν οἱ πατέρες ἀλλήλων ἀνεψιοὶ ἢ αἱ μητέρες 〈ἀνεψιαί〉. | |
epsilon42 | ἐξελώπισας· ἀντὶ τοῦ ἐξέδυσας, ἔξω τοῦ λοποῦ ἐποίησας. | |
epsilon43 | ἐξέχειν τὸν ἥλιον· τὸ ἐπιτεταλκέναι. ‘ἔξεχε, ὦ φίλ’ ἥλιε‘, κωλάριόν τι παροι‐ μιῶδες ὑπὸ τῶν παίδων λεγόμενον, ὅταν ἐπινέφῃ ψύχους ὄντος (Carm. pop. fr. 40 D.2). Ἀριστο‐ φάνης Νήσοις (II 1110 M. = fr. 389 K.)· ‘λέξεις ἄρ〈α〉 ὥσπερ τὰ παιδί[α]’· ἔξεχ’ ὦ φίλ’ ἥλιε.‘ | |
epsilon44 | ἐξιονθίζειν· ἐκ ῥιζῶν αἴρειν τὰς τρίχας. ἴονθοι γὰρ αἱ πρῶται φυόμεναι τρίχες. | |
epsilon45 | ἐόργη· ἡ τορύνη. | |
epsilon46 | ἐοργίζεται· τορυνᾶται. | |
epsilon47 | ἑπέται· οἱ θεράποντες παρὰ τὸ ἕπεσθαι. | |
epsilon48 | ἔπηλις· ἡ ἐπὶ τοῦ προσώπου μελανία καὶ κατὰ τὸν Σοφοκλέα (fr. 944 N.2 = 1046 P.) τὸ πῶμα τῆς λάρνακος. κοινῶς ἔφηλις. | |
epsilon49 | ἐπηλυγάζονται· ἐπισκιάζονται, ἐπικρύπτονται. λύγην γὰρ καλοῦσιν οἱ Ἀττικοὶ τὴν σκιάν. | |
epsilon50 | [ἔπη] ἡρῷα· οὐκ ἔπη, τὰ ἑξάμετρα. ὁ 〈δὲ〉 ἐποποιὸς ἀντίκειται τῷ μελοποιῷ. | |
epsilon51* | ἐπηνήκιζεν· ἐξηπάτα. οὕτω Κρατῖνος (II 191 M., cf. fr. 319 K.). | 118 |
epsilon52 | Ἐπιάλτην· Ὅμηρος (cf. E 385) καὶ Ἡσίοδος (fr. 10 Rz.2) καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸ ῥιγοπύρετος λεγόμενον (cf. Alc. fr. 169 Lob.). | |
epsilon53 | ἐπίδεσμα· οὐδετέρως Ἀττικοί, οὐχὶ ἐπιδέσμους. | |
epsilon54* | ἐπίκληρος· ἡ ἐπὶ 〈τῷ〉 παντὶ κλήρῳ καταλελειμμένη παῖς, ὀρφανὴ πατρὸς καὶ μητρὸς ἀδελφῶν τε οὖσα ἔρημος· ὁμοίως δὲ καὶ ἡ ἤδη γεγαμημένη, ὅταν ᾖ ἐπὶ τῇ οὐσίᾳ ὅλῃ καταλε‐ λειμμένη. καλοῦσι γὰρ καὶ τὴν οὐσίαν κλῆρον. καλεῖται δὲ ἐπίκληρος καὶ ἡ μηδέπω γεγαμημένη, ἀλλὰ παρὰ τῷ πατρὶ μὲν ἔτι οὖσα, ἐλπιζομένη δὲ καθήκειν αὐτῇ πᾶσαν τὴν πατρόθεν οὐσίαν. | |
5 | καλοῦνται δὲ ἐπίκληροι, κἂν δύο ὦσι κἂν πλείους. τινὲς δὲ ταύτην ἐπιπαματίδα καὶ πατροῦχον καλοῦσιν. | |
epsilon55 | ἐπὶ κόρρης· ἐπὶ κεφαλῆς ἢ γνάθου ἢ κροτάφου. κόρρην γὰρ καὶ κόρσην τὴν ὅλην κεφαλὴν σὺν τῷ αὐχένι λέγουσιν. τινὲς δὲ καὶ ῥάπισμα λέγουσι τὸ ἐπὶ τῆς γνάθου †λαμβάνειν† ἁπτόμενον καὶ τοῦ κροτάφου. | |
epsilon56 | ἐπὶ Παλλαδίῳ· δικαστήριον Ἀθήνησιν ἐπώνυμον τῆς Παλλάδος. Ἀριστοφάνης (II 1194 M. = fr. 585 K. cf. fr. ad. 73 N.2)· ‘ἄκων κτενῶ σε, τέκνον. ὁ δ’ ὑπεκρίνατο· ἐπὶ Παλλαδίῳ τἄρ’, ὦ πάτερ, δώσεις δίκην.‘ | |
epsilon57 | ἐπίπαστα· τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλφιτα. Ἀριστοφάνης Ἱππεῦσιν (103s.). | |
epsilon58 | ἐπιπόρπαμα· ἡ τῶν κιθαρῳδῶν ἐφαπτίς. Πλάτων ἐν Ταῖς ἀφ’ ἱερῶν (II 617 M. = fr. 10 K.)· ‘δότω τις τὴν κιθάραν τῶν ἔνδοθεν καὶ τοὐπιπόρπαμα‘. | |
epsilon59 | ἐπριάμην· Ἀττικοὶ ἀντὶ τοῦ 〈ἐ〉ωνησάμην καίτοι καὶ ὠνεῖσθαι καὶ ὠνήσεται καὶ ἐωνημένος καὶ τὰ ἄλλα λέγοντες. | |
epsilon60 | ἐπιτήθη· ἡ τῆς τήθης μήτηρ ὥστε εἶναι τὴν μὲν τήθην μητρὸς ἢ πατρὸς μητέρα, τὴν δὲ ἐπιτήθην τὴν τοῦ πατρὸς μητέρα καὶ τῆς μητρὸς μητέρα. οὕτως Ἰσαῖος ἐν τῷ Πρὸς Δωρόθεον (fr. 35). Θεόπομπος Παμφίλῃ (II 809 M. = fr. 42 K.)· ‘αὐτὴ δ’ ἐκείνη πρότερον ἐξηπίστατο | |
5 | παρὰ τῆς ἐπιτήθησ‘. | |
epsilon61* | ἔρημον ἐμβλέπειν· ἀκίνητον καὶ νωθρόν, οἷον ὅταν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπωμεν. Ἀριστοφάνης Πολυίδῳ (II 1135 M. = fr. 456 K.). | |
epsilon62 | ἕρκη πλεκτά τινα ἐκ τριχῶν οἱ κωμικοὶ οἱ παλαιοὶ καλοῦσιν (IV 629 M., cf. Pher. II 356 M. = fr. 209 K.). καὶ ἑρκάνη· ὁ φραγμός. | |
epsilon63 | ἕρμα· ἡ ἐν θαλάσσῃ πέτρα. | 119 |
epsilon64 | ἔρροφον· οὐκ ἐρρόφησα. | |
epsilon65 | ἐρρωπίζομεν (Ion fr. 74 Bl.)· σύμμ〈ε〉ικτα καὶ συμπεφυρμένα ἐποιοῦμεν. ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος. | |
epsilon66 | ἕσμα· Ἀριστοτέλης (fr. 271 R.), ὅπερ Θεόφραστος (hist. pl. I 2, 1) μίσχον. ἔστι δὲ ὁ αὐχὴν τοῦ καρποῦ τῶν ἀκροδρύων. | |
epsilon67 | ἐσπάριζεν· οὐκ ἐσκάριζεν. | |
epsilon68 | ἐτέλεσε· κατήνυσε. Θουκυδίδης (IV 78, 5)· ‘ἐς Φάρσαλόν 〈τε〉 ἐτέλεσεν.‘ | |
epsilon69 | εὔειλος· εὐήλιος. Ἀριστοφάνης (II 1210 M. = fr. 780 K.). | |
epsilon70 | εὔηθες· ἐπὶ τοῦ βελτίονος. καὶ Θουκυδίδης ἐν τρίτῃ (83, 1) καὶ ὁ φιλόσοφος (Plat. rep. 425 b). | |
epsilon71 | εὐκλεία καὶ τὰ ὅμοια· μακρὰ ἡ τελευταία καὶ παροξύνεται, ὥσπερ καὶ Ἐρα‐ τοσθένης ἐν ιβʹ Περὶ 〈κωμῳδίασ〉 (fr. 47 Str.). | |
epsilon72 | εὐλάχα· τὸ ἄροτρον παρὰ Θουκυδίδῃ (V 16, 2). Δώριος δὲ ἡ λέξις. | |
epsilon73 | εὐνάς· ἰδίως Θουκυδίδης (VI 67, 1) τὰ ἐπίγεια· ‘τὸ ἥμισυ αὐτοῖς τοῦ στρατεύματος ἐν τῷ πρόσθεν ἦν, τεταγμένον ἐπὶ ὀκτώ, τὸ δὲ ἥμισυ ἐπὶ ταῖς εὐναῖς ἐν πλαισίῳ‘. | |
epsilon74 | Εὔνοστος· ἀγαλμάτιον φαῦλον ἐν τοῖς μυλῶσιν. | |
epsilon75 | εὐπραξίαν· οἱ παλαιοὶ κωμικοὶ (IV 656 M. = fr. ad. 91 K.) διὰ τοῦ ξ. Θουκυ‐ δίδης δὲ (e. g. IV 65, 4) διὰ τοῦ γ. | |
epsilon76 | εὐτελής· ἐπ’ ἀρετῆς ὁ φειδωλὸς καὶ ὀλιγοδάπανος. οὕτω Μένανδρος (fr. 800 Kö.)· ‘ἐγὼ δ’ ἀνόητος, εὐτελὴς ὑπερβολῇ, ὁ 〈δ’〉 ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα.‘ | |
epsilon77 | εὐώνυμον λέγουσιν, οὐ μόνον ἀριστερόν. καὶ παρὰ Θουκυδίδῃ πλεῖστον (e. g. I 48, 4). | |
epsilon78 | 〈ἐφέπεσθαι Ἀττικοί〉, ἕπειν Ἴωνες, τὸ κακοῦν καὶ περιελαύνειν. | |
epsilon79 | Ἐφέσια γράμματα· ἐπῳδαί τινες δυσπαρακολούθητοι, ἃς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη. καὶ ἐν Ὀλυμπίᾳ Μιλησίου καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα. φανεροῦ δὲ τούτου γενομένου καὶ λυθέντων αὐτῶν τριακοντάκις τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον. | |
epsilon80 | ἐφθάραται φησὶ Θουκυδίδης (III 13, 3) καὶ ‘τετάχαται‘ (cf. V 6, 5). πάντα τὰ τοιαῦτα ἀρχαϊκά. | |
epsilon81 | ἐφολκά· ἀντὶ τοῦ ἐπαγωγά. Θουκυδίδης (IV 108, 5)· ‘〈τοῦ Βρασίδου ἐφολκὰ καὶ οὐ τὰ ὄντα〉 λέγοντοσ‘. | |
epsilon82 | ἐχμάζειν· κωλύειν καὶ ἐπέχειν, καὶ ἐχμάσαι· κατασχεῖν, ἑλεῖν. | |
epsilon83 | ἑψία· παιδιά, γέλως, χλεύη, καὶ ἑψίαι· ἑορταί. | 120 |
epsilon84 | ἑψιᾶται· γελᾷ, παίζει, διαλέγεται. | |
epsilon85 | ἐωθώς· χωρὶς τοῦ ι Ἄρχιππος (II 729 M. = fr. 48 K.) καὶ Ἀραρὼς (III 277 M. = fr. 19 K.) ἔωθας καὶ Θουκυδίδης (VIII 69, 2; 97, 1) ἐώθεσαν. | |
epsilon86 | ἑώρων οἱ Ἀττικοὶ λέγουσιν, τὸ δὲ ἀνάλογον ὥρων [τὰ γὰρ ἀπὸ τοῦ ο ἀρχόμενα ῥήματα κατὰ τὸν ἐνεστῶτα χρόνον, ἐπὶ τοῦ παρεληλυθότος ἢ ἀπ’ αὐτοῦ τοῦ ο πάλιν ἄρχεται ἢ ἀπὸ τοῦ ω]. λέγουσι δὲ ὅμως καὶ ὥρων ἄνευ τοῦ ε οἱ νεώτεροι. Θουκυδίδης δὲ μόνος (e. g. I 51, 1) ἑώρων. | |
zeta1 | ζεῦγμα· οὐ τὸ σχοινίον, ἀλλ’ ἡ ἐζευγμένη σχεδία ἐν ποταμῷ ἢ θαλάττῃ. καὶ Θουκυ‐ δίδης ἑβδόμῃ (69, 4)· ‘τὸ ζεῦγμα τοῦ λιμένοσ‘. | |
zeta2* | ζευξίλεως· ὁ βασιλεύς, ᾧ ὑπεζευγμένοι εἰσὶν οἱ λαοί (cf. Soph. fr. 129 N.2 = 133 P.). | |
zeta3 | ζμῆγμα· ** | |
zeta4 | ζμικρὸν καὶ μικρόν· οἱ Ἀττικοί, μικκὸν δὲ Ἴωνες. | |
zeta5 | ζμινύη· ἀξινάριον Ἀριστοφάνης 〈Ὁλκάσιν (II 1118 M. = fr. 402 K.)〉· ‘ἀλλ’ ἱμάντα μοι δὸς καὶ ζμινύην, ἐγὼ γὰρ εἶμ’ ἐπὶ ξύλα.‘ | |
zeta6 | ζυγόν· οὐδετέρως τὸ τῶν ὑποζυγίων. | |
eta1 | ἦ· Ἀττικοί. οἱ δὲ μέσοι σὺν τῷ ν, οἷον (deest M.—K.—D.)· ‘〈×–〉 ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην‘. τὸ δὲ τρίτον οὐδέποτε ἄνευ τοῦ ν. Ἴωνες δὲ ἔα φασίν. | |
eta2 | ᾖα· δισυλλάβως τὸ ἐπορευόμην σὺν τῷ ι γράφεται. Ἀριστοφάνης Ὁλκάσιν (II 1119 M. = fr. 403 K.)· ‘ἐπεὶ δ’ ἐγενόμην οἷπερ ᾖ’ ἐπὶ ξύλα‘. οἱ δ’ οὖν Ἴωνες ἤϊα λέγουσι καὶ ἤϊσαν τὸ ἤεσαν. καὶ παρὰ Θουκυδίδῃ (I 1, 1) οὕτως ἀναγνωστέον· | |
5 | ‘ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτόν‘. [οἱ δὲ Ἴωνες ᾔεσαν καὶ ἤϊσαν]. | |
eta3 | ἧδος· τὸ ὄξος, δασύνουσιν οἱ Ἀττικοί. | |
eta4 | ἡδυλισμός· εἶδός τι κολακείας. καὶ Μένανδρος ἐν Ἁλιεῖ (fr. 28 Kö.) κέχρηται τῷ ἡδυλίζειν. | |
eta5 | ἠθεῖος· παρὰ Ἴωσι νεωτέρου πρὸς πρεσβύτερον προσαγόρευσις. | 121 |
eta6* | ᾔθεος· Ἀττικοί, ἠΐθεος 〈Ἴωνεσ〉· ὁ ὥραν γάμου ἔχων καὶ μηδέπω γεγαμηκώς. λέγεται δὲ καὶ ἐπὶ παρθένου ἐπιγάμου. Εὔπολις (II 561 M. = fr. 332 K.)· ‘εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ᾔθεοσ‘. | |
eta7 | ἤλεκτρα· τὰ ἐν ταῖς κλίναις ποικιλλόμενα. | |
eta8 | ἠλύγη· σκιά, σκέπη· καὶ ἐπηλυγασάμενος παρὰ Πλάτωνι (Lys. 207b) τὸ προ‐ βαλόμενος καὶ ἐπισκιασάμενος. | |
eta9 | ἡμίκραιρα (Ar. Thesm. 227)· τὸ ἥμισυ τῆς κεφαλῆς. | |
eta10 | ἤνεγκα καὶ ἤνεγκον ἄμφω λέγουσιν, μᾶλλον δὲ τὸ ἤνεγκον· τὸ μὲν ἀπὸ τοῦ ἐνέγκαι, τὸ δὲ ἀπὸ τοῦ ἐνεγκεῖν. | |
eta11 | ἡνίοχοι· οἱ εὐπορώτατοι Ἀθήνησι κατελέγοντο ἁρματοτροφήσοντες ὥσπερ οἱ ἱπ‐ πεῖς. | |
eta12* | ἠπιάλης (Sophr. fr. 70; cf. 68 Kaib.)· ἐπιάλτης, ὁ πνιγαλίων ὑπό τινων. | |
eta13 | ἠπίαλος· ὁ ῥιγοπύρετος. | |
eta14 | Ἡράκλεις· ἐπίφθεγμα θαυμαστικόν. τὸ δὲ Ἥρακλες κλητικὴ πτῶσις, ὥσπερ τὸ ‘ὦ Δάματερ‘ τοῦ ‘Δήμητερ‘ διαφέρει (cf. Tryph. fr. 107 V.). ἐπικαλοῦνται δὲ τοὺς Ἡρακλείδας ὁμοίως. Μένανδρος (fr. 730 Kö.)· ‘ἀλλ’ Ἡρακλεῖδαι καὶ θεοί‘. | |
eta15 | Ἡρακλεώτης λίθος· ὁ ὑφ’ ἡμῶν Μάγνης λεγόμενος, ὁ ἐπισπώμενος τὸν σίδη‐ ρον. Ἡράκλεια γὰρ ἡ Μαγνησία. δεκαοκτὼ δὲ πόλεις Ἡράκλεια, ἐξ ὧν μία Λυδίας, ὅθεν ὁ Ἡρα‐ κλεώτης λίθος. | |
theta1 | θαιρός· ὁ ἄξων. Σοφοκλῆς 〈Τριπτολέμῳ〉 (fr. 539 N.2 = 596 P.). | |
theta2 | θαλάμαι· βαρυτόνως καταδύσεις. θαλαμαὶ δὲ τόπος ἱερὸς τῶν Διοσκούρων. | |
theta3 | θαλλός· κλάδος ἐλαίας. | |
theta4 | θαλλοφόροι οἱ γεραίτατοι παρὰ Ἀθηναίοις ἐλέγοντο. | |
theta5* | θέαν παρ’ αἴγειρον τὴν πόρρωθεν λέγουσιν. Ἀθήνησι γὰρ αἴγειρος ἦν, ἧς πλησίον τὰ ἴκρια ἐπήγνυον εἰς τὴν θέαν πρὸ τοῦ θέατρον γενέσθαι. οὕτω Κρατῖνος (II 189 M. | |
= fr. 339 K.). | 122 | |
theta6 | θεειδέστατον· θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας (Β 48) οὕτως· ‘ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεειδέστατον γενέσθαι‘. | |
theta7 | θεμέλια· οὐδετέρως. | |
theta8 | θεὸς θεός (cf. Bacch. 3, 21) καὶ ἐν ἱεροποιΐαις καὶ 〈ἐν〉 ἄλλαις πράξεσι〈ν〉 ἐπελέγετο (cf. Paus. θ 7; lex. an. 2). | |
theta9 | Θετταλικὰ γέρα· 〈χλαμύδεσ〉 διὰ τὸ ἔπαθλον ἐν τοῖς ἐκεῖ ἀγῶσιν αὐτὰς κεῖσθαι. | |
theta10 | Θετταλικὴ ἔνθεσις· ἡ μεγάλη τροφή. | |
theta11 | Θετταλικοὶ δίφροι· διάφοροι, τουτέστι διαφέροντες 〈τῷ κάλλει〉 πρὸς τοὺς ἄλλους. | |
theta12 | Θετταλικὸν σόφισμα· ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν ταῖς παρατάξεσιν, ἀλλὰ κακουργούντων. | |
theta13* | θίς· 〈ἀρσενικῶσ〉· **. | |
theta14* | θόλος· 〈θηλυκῶσ〉, οἶκος περιφερής, ἐν ᾧ οἱ πρυτάνεις συνειστιῶντο. πρυτα‐ νεῖον δὲ ὠνόμασται, ἐπεὶ πυρῶν ἦν ταμιεῖον. | |
theta15* | θύμον· 〈οὐδετέρωσ〉· ** | |
iota1 | ἰατρός· γυνή. Ἄλεξις δὲ (III 527 M. = fr. 318 K.) ἰάτριαν λέγει. ἰατρίνη δὲ οὐχ Ἑλληνικόν. | |
iota2 | ἰδιόξενος· ὁ ἰδίᾳ καθ’ ἑαυτὸν ξένος ὤν· πρόξενος δὲ ὁ ὅλης πόλεως ξένος, παρ’ ᾧ καὶ οἱ πρέσβεις κατάγονται, καὶ προσάγει τὰς πρεσβείας οὗτος πρὸς τὸ δημόσιον καὶ τὰ ἄλλα διοικεῖ καὶ διαπράττει ἐν τῇ πατρίδι τῇ ἑαυτοῦ τὰ τῇ πόλει ἐκείνῃ διαφέροντα, ἧς προξενεῖ. δορύξενος δὲ ὁ ἐκ πολέμου ξένος γεγονώς τινι. ἀστόξενος δὲ ὁ ἐκ προγόνων μὲν ἀστῶν, αὐτὸς | |
5 | δὲ ξένος καὶ ἀνανεώσεως δεόμενος, οἷον Ἀγαμέμνων ἐν Λυδία. | |
iota3 | ἰδιώτας· τοὺς πολίτας. οὕτω Θουκυδίδης (III 82, 2; cf. I 115, 2). | |
iota4 | ἰδύους· τοὺς μάρτυρας. οὕτω Δράκων καὶ Σόλων (cf. Aristoph. II 1032 M. = fr. 222 K.). | |
iota5 | ἱερῶσθαι· φησὶ Θουκυδίδης (V 1)· ‘νομίσαντες κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι‘. σημαίνει γὰρ τὸ ἱεροὺς νενομίσθαι καὶ οἷον καθιερῶσθαι. | |
iota6 | ἰλλός (Ar. Th. 846)· πλάγιος, διεστραμμένος, στραβός. | |
iota7* | ἰλλώπτειν· στραβίζειν. | 123 |
iota8 | ἰλλώπτειν καὶ ἐνιλλώπτειν (cf. V 121 M. = fr. ad. 1019 K.)· τὸ ὑγροῖς καὶ ἐπιμύουσι καὶ κατακεκλασμένοις ὀφθαλμοῖς ἐμβλέπειν. | |
iota9 | ἰλύσω· περικαλύψω ἰλύϊ. | |
iota10 | ἱμᾶν· ἀντλεῖν. | |
iota11 | Ἴμβριοι· οἱ τὰς δίκας ὑποφεύγοντες, ἐπεί τινες δίκην καλούμενοι ἐσκήπτοντο ἐν Ἴμβρῳ εἶναι. | |
iota12 | ἱμονιά· ἱμάς, σχοινίον, ᾧ ὕδωρ ἀντλοῦμεν. | |
iota13 | ἰνᾶσθαι· καθαίρεσθαι, ἐκκενοῦσθαι. καὶ ὑπέρινος ὁ ὑπερκεκαθαρμένος. | |
iota14 | ἴννος· ἐξ ἡμιόνου καὶ θηλείας ἵππου· πεντήκοντα ἔτη ζῇ ἡμίονος. ὁ δὲ γίννος ἐξ ἀμφοτέρων ἵππων ἐν τῇ κυήσει νοσησάσης τῆς ἵππου, οἷον νάννος (cf. Arist. h. an. 577b 20ss. cf. gen. an. 748b 35). | |
iota15 | ἰξαλῆ· ἡ αἰγεία 〈δορά〉, ἐπεὶ ἴξαλοι οἱ αἶγες. | |
iota16 | ἱππάκη (cf. Aesch. fr. 198 N.2)· Σκυθικὸν βρῶμα διὰ γάλακτος ἵππου σκευα‐ ζόμενον. | |
iota17 | ἵππου τροχός· τὸ τρυσίππιον, διὰ τὸ τοῖς διὰ γῆρας ἐκτρυχωθεῖσιν ἵπποις ἐκτυ‐ ποῦσθαι τροχὸν ἀπολεγόντων αὐτοὺς τῶν στρατηγῶν. | |
iota18 | Ἰταλοί· οἱ βάρβαροι, Ἰταλιῶται δὲ οἱ ἐπῳκηκότες Ἕλληνες τὴν Ἰταλίαν. οὕτω καὶ Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. οὐκέτι δὲ ἀνάλογον Θετταλοὶ καὶ Θετταλιῶται πρὸς ἀλλή‐ λους ἔχουσιν, ἀλλ’ ἐκ τοῦ ἐναντίου σχεδόν. ἔθνος γάρ τι τῶν ὑπεροικούντων τὴν Θετταλίαν βαρβάρων Θετταλιῶται καλοῦνται. | |
iota19 | ἰτέας· τὰς ἀσπίδας. Ἀριστοφάνης (II 974 M. = fr. 65 K.)· ‘ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένοσ‘. | |
kappa1 | καθαιρήσετε· καθελεῖτε. Θουκυδίδης (III 13, 7) καὶ τῶν ἄλλων οἱ πλείους. | |
kappa2 | καθέδρα· ἡ ἐπίσχεσις παρὰ Θουκυδίδῃ (II 18, 5). | |
kappa3* | καθημαξευμένος· ἐγγεγυμνασμένος. | |
kappa4 | κακκάβη· ἣν ἡμεῖς κάκκαβον. ἔστι δὲ 〈σκεῦοσ〉 λοπαδῶδες ἔχον ἐξ ἑαυτοῦ | |
τρεῖς πόδας. | 124 | |
kappa5* | καλαμώμενος· σταχυολογῶν. | |
kappa6 | κάλη καὶ καλήτης· Ἀττικοί, κήλη καὶ κηλήτης 〈Ἴωνεσ〉. | |
kappa7 | κάλλαια· τὰ πτερὰ 〈τὰ〉 ἐν τῇ τῶν ἀλεκτρυόνων οὐρᾷ. | |
kappa8 | καμινώ (cf. ς 27)· ἡ πολύλαλος. | |
kappa9 | κάπραινα· γυνὴ ἡ ὀργῶσα πρὸς μ〈ε〉ίξεις. | |
kappa10 | καπρῶντας· ὁρμητικῶς ἔχοντας πρὸς συνουσίαν. κυρίως 〈δὲ〉 καπρᾶν τὸ ὀρέ‐ γεσθαι κάπρου τὴν ὗν, ὡς καὶ ταυρᾶν τὸ ταύρου ἐφίεσθαι τὴν βοῦν. | |
kappa11 | κάρδακες· οὐκ ἴδιόν τι γένος, ἀλλὰ οἱ μισθοῦ στρατευόμενοι βάρβαροι. οὕτω Θεόπομπος (deest ap. M.—K.—D.). ἁπλῶς δὲ οἱ Πέρσαι πάντα τὸν ἀνδρεῖον καὶ κλῶπα κάρδακα ἐκάλουν. | |
kappa12 | καρδιώττειν· τὸ ναυτιᾶν καὶ τὴν καρδίαν ἀλγεῖν. 〈οἱ δὲ〉 Σικελιῶται, ὃ ἡμεῖς βουλιμιᾶν. Ἀπολλόδωρος ἐν ἕκτῃ Περὶ Ἐπιχάρμου (FG Hist. 244, 213 = Epich. fr. 202 Kaib.) τοὺς Σικελιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλι‐ μιᾶν λέγει Ξενοφῶν (anab. IV 5, 7; 8). καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν. | |
kappa13 | καρηβαρῶν· τὴν κεφαλὴν βαρούμενος ἀπὸ μέθης οἴνου, ὅπερ καὶ καραιβαρᾶν λέγει Φερεκράτης (II 345 M. = fr. 218 K.). | |
kappa14 | καρηβοᾶν· τὸ ὑπὸ ἤχων τὴν κεφαλὴν ἰλιγγιᾶν, ὑπὸ βοῆς ἐσκοτῶσθαι. | |
kappa15 | κατεργάσασθαι· ἀντὶ τοῦ καταπονῆσαι. Θουκυδίδης (VIII 53, 3). | |
kappa16 | κατηρεφὲς οἴκημα· τὸ ταπεινόν. | |
kappa17 | κάχρυς· κριθαὶ πεφρυγμέναι. | |
kappa18 | κέδρον οὐδετέρως λέγουσι τὸ θυμίαμα. | |
kappa19 | κελέοντες· οἱ ἱστόποδες καὶ πάντα τὰ μακρὰ ξύλα. | |
kappa20 | κένταυρον· τὸ μόριον ἢ τὸ γυναικεῖον αἰδοῖον. οὕτω Θεόπομπος (II 820 M. = fr 89 K.). | |
kappa21 | κέπφος (cf. Ar. pac. 1067)· εἶδος ὀρνέου ὀξυτάτου. | |
kappa22 | κέρας, κέρως, κέρᾳ· ἐπὶ τῆς παρατάξεως. Θουκυδίδης ὀγδόῃ (42, 2)· ‘τοῦ εὐωνύμου κέρωσ‘ 〈καὶ〉 ἐν τῇ αὐτῇ (25, 3)· ‘καὶ οἱ μὲν Ἀργεῖοι τῷ σφετέρῳ αὐτῶν κέρᾳ‘. καὶ ἐν πᾶσιν οὕτως. | |
kappa23 | κηδεστής· ὁ κατ’ ἐπιγαμβρίαν οἰκεῖος ἢ πενθερός. | |
kappa24 | 〈κῆπον· Ἀττικοὶ τὴν φυταλιάν. καὶ〉 κῆπος καὶ παράδεισος διαφόρως παρ’ | |
αὐτοῖς λέγεται. | 125 | |
kappa25 | κῆπος· κουρά τις ἐπὶ καλλωπισμῷ διαβαλλομένη. Θουκυδίδης δὲ (II 62, 3) κηπίον φησίν, κωμικοὶ δὲ (fr. ad. 34 Dem.) κηποκόμαν τὸν κῆπον κειρόμενον. | |
kappa26 | κιμβερικόν· εἶδος χιτωνίσκου. οὕτως Ἀριστοφάνης (Lys. 52). | |
kappa27 | κλεισιάδες· αἱ μεγάλαι θύραι τῆς αὐλῆς, δι’ ὧν ζεῦγος εἰσελαύνεται. καλοῦνται δὲ οὕτω διὰ τὸ κεκλεῖσθαι κατὰ τὸ πλεῖστον. | |
kappa28 | κλεισίον· ὁ μέγας θυρών, καὶ κλεισίαι αἱ τούτου θύραι πλατεῖαι καὶ εἰς τὸ ἐκτὸς ἀνοιγόμεναι. | |
kappa29 | κλῆσαι οἱ ἀρχαῖοι λέγουσιν, οὐ κλεῖσαι, καὶ κλῇδα. οὕτω καὶ οἱ τραγικοὶ (e. g. Eur. Med. 661: κλῇδα) καὶ Θουκυδίδης (e. g. II 4, 3: ἔκλῃσε). | |
kappa30 | κλίσιον· Ἀμερίας (p. 4 Hoffm.). τὸ προστῷον [ἴσως] παρὰ Ἴωσιν, ὡς καὶ Ὅμη‐ ρος (ω 208)· ‘περὶ δὲ κλίσιον θέε πάντῃ‘. παρὰ δὲ Ἀττικοῖς κλεισίον· ὁ μέγας θυρών. καὶ μήποτε τοῦτο μὲν ἐκτείνηται καὶ παροξύνηται, ἐκεῖνο δὲ συστέλληται καὶ προπαροξύνηται. | |
kappa31 | κλυδώνιον καὶ κλύδωνα ἄμφω 〈λέγουσιν〉. Θουκυδίδης δευτέρᾳ (84, 3)· ‘καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι ἀναφέρειν‘. | |
kappa32* | κνέφαλον· τύλη. | |
kappa33 | κοάλεμος (Ar. equ. 198)· ματαιόφρων. κοεῖν γὰρ τὸ αἰσθάνεσθαι. | |
kappa34 | κόλλοψ· τὸ τραχηλιαῖον τοῦ ταύρου 〈δέρμα〉 σὺν τῇ ὑπὸ τὴν φορίνην πιμελῇ, ἐξ οὗ οἱ κόλλαβοι. | |
kappa35 | κοτύλη· Ἑλληνικόν, ἡμίνα οὐδαμοῦ. μέτρον καὶ τὸ κοῖλον τῆς χειρός. | |
kappa36 | κράστιν· Ἀττικοὶ τὴν πόαν, γράστιν δὲ οὐδένες. | |
kappa37 | κρέκα· κορυφαίαν. | |
kappa38 | κρητίζειν· τὸ ψεύδεσθαι. Ἰδομενεὺς γὰρ ἐπιτραπεὶς τὸν ἀπὸ τῶν λαφύρων χαλκὸν διανεῖμαι τὸν ἄριστον αὑτῷ ἐξείλετο. | |
kappa39 | κρίβανον οἱ Ἀττικοὶ λέγουσιν οἷον κριθῶν βαῦνον, τουτέστι κάμινον. | |
kappa40 | κρωβύλος· πλέγμα τριχῶν εἰς ὀξὺ λῆγον. ἐκαλεῖτο δὲ τοῦτο ἐπ’ ἀνδρῶν, κόρυμ‐ βος δὲ ἐπὶ γυναικῶν, σκορπίος δὲ ἐπὶ παίδων. καὶ Θουκυδίδης (I 6, 3)· ‘κρωβύλους ἀναδούμε‐ νοι‘. | |
kappa41 | κύβηβον· Κρατῖνος Θρᾴτταις (II 65 M. = fr. 82 K.) τὸν θεοφόρητον. Ἴωνες | |
δὲ τὸν μητραγύρτην καὶ γάλλον νῦν καλούμενον. οὕτω Σημωνίδης (fr. 36 Bgk.). | 126 | |
kappa42 | κύδος· λοιδορία ἀρσενικῶς, καὶ παροιμία ‘κύδου δίκην ὀφείλειν‘ 〈ἐπὶ τῶν〉 συκο‐ φαντησάντων. | |
kappa43 | κυλλός· ὁ πεπηρωμένος οὐ μόνον πόδα, ἀλλὰ καὶ χεῖρα. ὁμοίως καὶ χωλὸς καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. | |
kappa44* | κυνοφθαλμίζεται (fr. ad. 1058 K.)· ἀναιδῶς ἐμβλέπει. | |
kappa45 | κώμην· οἱ πλεῖστοι τὸν στενωπὸν καὶ τὴν οἷον γειτνίασιν, οἱ δὲ τοὺς ἐν τῇ πόλει δήμους κώμας φασὶ προσαγορεύεσθαι καὶ κωμήτας τοὺς δημότας ἐν τῇ πόλει καὶ οἷον ἐν τῇ αὐτῇ τάξει καὶ μοίρᾳ τῆς πόλεως οἰκοῦντας. οὕτως Ἀριστοφάνης (nub. 965; cf. Lys. 5). εἴρηκε δὲ καὶ Θουκυδίδης κώμας τοὺς δήμους ἐν πρώτῃ (10, 2)· ‘κατὰ κώμας δὲ τῷ παλαιῷ τρόπῳ οἰκηθεῖσα‘. | |
kappa46 | κωπῆρες πλοῖον· ὡς ἡμεῖς καὶ Θουκυδίδης ἐν τετάρτῃ (118, 5). | |
lambda1 | Λακεδαίμονα καὶ Σπάρτην διορίζουσί τινες Λακεδαίμονα μὲν πᾶσαν καλοῦν‐ τες τὴν Λάκαιναν, Σπάρτην δὲ τὴν μίαν πόλιν. οἱ δ’ οὖν Ἀττικοὶ τὴν πόλιν αὐτὴν οὐ μόνον Σπάρ‐ την, ἀλλὰ καὶ Λακεδαίμονα καλοῦσιν. Κρατῖνος δὲ (II 201 M. = fr. 368 K.) καὶ τὴν χώραν Σπάρ‐ την οἶδεν, οὐ μόνον Λακεδαίμονα. | |
lambda2 | λαμπρῶς· τὸ φανερῶς, οὐ τὸ ἐνδόξως. καὶ παρὰ Θουκυδίδῃ (II 7, 1)· ‘καὶ λελυ‐ μένων λαμπρῶς τῶν σπονδῶν‘, καὶ παρὰ τοῖς ἄλλοις τοῖς παλαιοῖς. | |
lambda3 | λαύρα· ἡ ἀμάρα. | |
lambda4* | λέμφους· τὰς πεπηγυίας μύξας. | |
lambda5 | λεπτὰ πλοῖα· τὰ μικρά. Θουκυδίδης δευτέρᾳ (83, 5; cf. VII 40, 5). | |
lambda6 | λεσβιάσαι· μολῦναι τὸ στόμα. | |
lambda7 | Λέσβιον ᾠδόν· οἱ μὲν Εὐαινετίδην, οἱ δὲ Φρῦνιν τὸν Ἀριστοκλείδου 〈μαθη‐ τήν〉. Ἀριστοτέλης δὲ ἐν τῇ Λακεδαιμονίων· πολιτείᾳ (fr. 545 R.) τὸ ‘μετὰ Λέσβιον ᾠδόν‘ (Paus. μ 14) τὸν Τέρπανδρόν φησι δηλοῦν. | |
lambda8 | λευκὴ στάθμη· ὁ μηδὲν διακρίνων μηδὲ διαγινώσκων. | |
lambda9* | λευκοπύγους (cf. Alex. fr. 321 K.)· δειλούς, ὡς μελαμπύγους τοὺς ἀνδρείους. | |
lambda10 | λήκυθον ἀγγεῖόν τι φασὶν Ἀττικοί (e. g. Ar. eccl. 996), ἐν ᾧ τοῖς νεκροῖς ἔφερον τὸ μύρον, τὴν ἀλάβαστον. ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος (III 20, 1). | |
lambda11 | λῃστικὸν καὶ λῃστρικὸν διαφέρει· τὸ μὲν γὰρ ἐκτὸς τοῦ ρ σημαίνει τὸ σύστημα τῶν λῃστῶν, τὸ δὲ μετὰ τοῦ ρ τὸ κτῆμα τῶν λῃστῶν. Θουκυδίδης πρώτῃ (4)· ‘τό τε λῃστι‐ κὸν ... καθῄρει ἐκ τῆς θαλάττησ‘. | |
lambda12 | λίαν ἐντός· σφόδρα πόρρω. (cf. Thuc. VII 5, 3). | 127 |
lambda13 | λίβηθρα· τὰ ἔφυδρα χωρία καὶ αἱ διαρρύσεις τῶν ὑδάτων. οὕτως Εὔπολις (II 575 M. = fr. 428 K.). | |
lambda14 | λιγαίνειν· τὸ τύπτειν, ὥσπερ ἡμεῖς τὸ ξαίνειν. | |
lambda15 | λίγδος· χῶνος τρήματα ἔχων συνεχῆ, τῷ Δ παραπλήσια, δι’ ὧν ὁ χαλκὸς ἠθεῖ‐ ται. | |
lambda16 | λιμόν· ἀρρενικῶς οἱ Ἀττικοὶ τὴν λιμόν. | |
lambda17 | λίνον· 〈χορδὴν〉 Ἡρακλείδης ὁ Ποντικός (fr. 85 Voss e libris Π. μουσικῆς), ἐπειδὴ οἱ παλαιοὶ λίνοις ἀντὶ χορδῶν ἐχρῶντο. ἀλλὰ καὶ Ὅμηρος ἤδη χορδὰς ἐπιστάμενος (φ 407) λίνον καλεῖ (Σ 570). | |
lambda18 | λίπα ἀλείψασθαι τὸ ἐλαίῳ ἀλείψασθαι λέγουσιν (Thuc. IV 68, 5; cf. I 6, 5). | |
lambda19 | λοῦσθαι λέγουσιν, οὐχὶ λούεσθαι, καὶ λούμενος, οὐχὶ λουόμενος. [οὕτως] Ἀρι‐ στοφάνης (Pl. 658)· ‘ψυχρᾷ θαλάττῃ λούμενοσ‘. | |
lambda20 | λυκοφιλίως· ὑπόπτως, ὑπούλως. [οὕτω] Μένανδρος (fr. 697 Kö.)· ‘λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί‘. | |
lambda21* | λώπη· περίβλημα. | |
lambda22 | λωπίζειν· γυμνοῦν. | |
mu1 | μά· ἀντὶ τοῦ ‘οὐ μά‘. τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι. ποτὲ μὲν [τοι] ἀντὶ τοῦ ‘ναί‘ τῷ ‘ναὶ 〈μά〉‘ χρῆται, ‘ναὶ μὰ τόδε σκῆπτρον‘ (Α 234), ὅτε ὄμνυσιν. ὅτε δὲ ἀπόμ‐ νυσί τις, συζεύγνυσι τῷ τῆς ἀποφάσεως, οἷον ‘οὐ μὰ γὰρ Ἀπόλλωνα‘ (Α 86) καὶ ἐν Ὀδυσσείᾳ (υ 339) ‘οὐ μὰ Ζῆν‘, Ἀγέλαε‘. ἡμεῖς δὲ τὸ ‘μά‘ ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν | |
5 | ‘μὰ τὸν Δία‘ λέγοντες. ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. | |
mu2 | μάγαρον· οὐ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατατίθενται. οὕτω Μένανδρος fr. 870 Kö.). | |
mu3 | μαῖαν· ὡς ἡμεῖς τὴν ὀμφαλητόμον. [ἡ δὲ ὀμφαλητόμος Ἀττικὸν μᾶλλον ὄνομα] καὶ μαιεύεσθαι λεκτέον, οὐχὶ μαιοῦσθαι. | |
mu4 | μαλακὸς καὶ μαλθακός· ἑκατέρως. Θουκυδίδης δὲ ἄνευ τοῦ θ (e. g. II 18, 3) καὶ μαλακίζεσθαι (III 37, 2), οὐχὶ μαλθακίζεσθαι. | |
mu5 | μάλθη (cf. Crat. II 131 M. = fr. 204 K.)· μεμαλαγμένος κηρὸς ὁ ἐν τῷ γραμ‐ ματείῳ, ἐν ᾧ γράφουσι διά τινος γραφείου σκληροῦ. | |
mu6 | μάμμην τὴν μητέρα καλοῦσι καὶ μαμμίαν καὶ τὸν πατέρα πάππαν καὶ παππίαν. | |
mu7 | μαμμίαν· Ἀττικοὶ τὴν μητέρα ἀπὸ τοῦ τὰ παιδία μαμμᾶν τὸ φαγεῖν λέγειν. | 128 |
mu8 | μανδύας· Περσικὸν ὄνομα. ἔοικε δὲ φαινόλῃ. | |
mu9 | μάστακας· τὰς ἀκρίδας. Σοφοκλῆς ἐν Φινεῖ (fr. 650 N.2 = 716 P.). | |
mu10 | μασταρύζειν· τὸ κακῶς μασᾶσθαι. | |
mu11 | μεθόριον· τὸ μεταξὺ τῶν ὅρων. | |
mu12* | μεῖραξ· ἡ θήλεια, μειράκιον καὶ μειρακίσκος ὁ ἄρσην. | |
mu13 | μεμφθῇ· τὸ μέμψηται. Θουκυδίδης (IV 85, 2). | |
mu14 | μεταίχμιον· ** | |
mu15 | μεταποιεῖσθαι· ἀντιποιεῖσθαι. Πλάτων Πολιτικῷ (289e)· ‘ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνησ‘ [ἀντιποιουμένους]. Θουκυδίδης ἐν τῇ λοιμικῇ καταστάσει (II 51, 5)· ‘καὶ μάλισθ’ οἱ ἀρετῆς 〈τι〉 μεταποιούμενοι‘ [σημαίνει ἀντιποιούμενοι]. | |
mu16 | μέταυλος· κυρίως μὲν ἡ μέση θύρα· κεῖται δὲ ἀντὶ τοῦ μέσαυλος. | |
mu17 | μεταχειρίζειν· ἀντὶ τοῦ μεταχειρίζεσθαι. Θουκυδίδης τετάρτῃ (18, 4). | |
mu18 | μετρίως· τὸ συμμέτρως. Θουκυδίδης (e. g. II 35, 2). | |
mu19 | μήκων· 〈θηλυκῶς εἶδος βοτάνησ〉. Θουκυδίδης (IV 26, 8) [οὖν] ‘μήκωνα μεμελιτωμένην‘ φησίν. | |
mu20 | μῆλα· πάντα τὰ τετράποδα, ὅθεν καὶ πᾶσα βύρσα μηλωτὴ καλεῖται. | |
mu21 | μήτρα· τὸ μέσον τοῦ ξύλου, ὅ τινες ἐντεριώνην λέγουσιν. | |
mu22 | μνῆμα μὲν ὁ τάφος (Thuc. VI 54, 7), μνημεῖον δὲ πᾶν μνημόσυνον (Thuc. II 41, 4; cf. V 11, 1). οὕτω Θουκυδίδης. | |
mu23* | μολύβδαινα〈ν〉 (cf. Ω 80)· μολυβδίδα. | |
mu24 | μόλυβδος· διὰ τοῦ υ καὶ δ 〈Ἀττικοί〉. | |
mu25 | μῦ· τὸ στοιχεῖον 〈Ἀττικοί〉, μῶ Δημόκριτος (Vors.5 68 B 19). | |
mu26* | μυρμηκιᾶν (cf. Dinol. fr. 12 Kaib.)· τοὺς εἰς μυρμηκιὰν λαλήσαντας ἑλκοῦσθαι τὴν γλῶσσάν φασιν. | |
mu27 | μυστίλην· ψωμόν, κοῖλον ἄρτον, ὃν ἐποίουν, ἵνα ζωμὸν ἐν αὐτῷ ῥοφῶσιν, καὶ | |
μυστιλᾶσθαι· τὸ οὕτως ἐσθίειν. | 129 | |
nu1* | νᾶπυ· σίνηπι. | |
nu2 | ναυλοχεῖν· ναῦς λοχᾶν καὶ ἐνεδρεύειν. Θουκυδίδης ἑβδόμῃ (4, 7). καὶ ναυλόχιον· ὁ τοιοῦτος τόπος, ᾧ λιμένες ἔνεισιν. ‘ναυλόχιον ἐν τῷ μέσῳ‘ Ἀριστοφάνης Βαβυλωνίοις (II 976 M. = fr. 78 K.). | |
nu3* | νέηκες (cf. Ν 391)· νεωστὶ ἠκονημένον. | |
nu4 | νέμεσθαι· ὡς τὸ πολὺ τὸ λαμβάνειν πρόσοδον παρὰ Θουκυδίδῃ (e. g. I 74, 3). | |
nu5 | Νέμεσις Ἀδράστεια· ἡ οἰκονομησαμένη παραδόξως τὰ κατὰ τὸν Ἄδραστον, οὗ μόνου τῶν ἡγεμόνων διασωθέντος ἐκ τοῦ Θηβαικοῦ πολέμου ἐνεμέσησε τὸ θεῖον. ἐν δὲ τοῖς ἐπι‐ γόνοις τῶν ἐν Θήβαις πεσόντων ἀρχηγῶν Διομήδης μὲν καὶ Σθένελος καὶ οἱ λοιποὶ περιεγέ‐ νοντο, μόνος δὲ ὁ ἐξ Ἀδράστου πέπτωκεν, καὶ οὕτω κατά τι δίκαιον ἀνισώθη τὸ δοκοῦν ἐκεῖ ἐλλε‐ | |
5 | λεῖφθαι πρὸς τῆς Νεμέσεως, καὶ ἐκλήθη αὕτη ἐντεῦθεν Ἀδράστεια. ἕτεροι δὲ τὴν Νέμεσιν Ἀδρά‐ στειαν εἶπον καλεῖσθαι διὰ τὸ τῆς θείας δίκης ἀναπόδραστον. | |
nu6 | νεοκαταστάτοις ἀνθρώποις φησὶ Θουκυδίδης (III 93, 2) ἀντὶ τοῦ νεωστὶ κατῳκισμένοις. | |
nu7 | νεοκρᾶς· νεόκρατος καὶ χαλκοκρᾶς καὶ ἁλικρᾶς. | |
nu8 | νεοττός· λέκυθος ὠοῦ. | |
nu9 | νεοχμόν· νέον. | |
nu10 | νεωρεῖν· νεωφυλακεῖν. | |
nu11 | νεώρια καὶ νεωσοίκους· Ἀττικοί, νεῶνας Ἴωνες. | |
nu12 | ‘νὴ τόν‘ καὶ ‘ναὶ μὰ τόν‘· κατωμοτικὰ ταῦτα. ἀπωμοτικὰ δὲ τὸ ‘μὰ τόν‘ καὶ ‘οὐ μὰ τόν‘, ὥστε ἐσχάτη ἀκυρολογία τὸ λέγειν ‘μὰ τὸν Δία ποίησον‘. | |
nu13 | νυκτερινοὶ κύνες· οἱ λύκοι. | |
nu14 | νυός· καλεῖται μὲν ἐπίπαν ἡ τοῦ υἱοῦ γυνὴ τοῖς γονεῦσιν αὐτοῦ. χρῶνται δὲ τῷ ὀνόματι ποικίλως οἱ ποιηταί. | |
nu15 | νῶτον· οὐδετέρως λέγουσι τὸ νῶτον καὶ πληθυντικῶς τὰ νῶτα. | |
nu16 | νωτοπλῆγα· μαστιγίαν, τὸν εἰς τὰ νῶτα πληγὰς λαμβάνοντα. Φερεκράτης Κρα‐ παταλοῖς (II 293 M. = fr. 89 K.)· ‘καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν‘. | |
xi1 | ξενίσεις· ξενοδοκίας. Θουκυδίδης (VI 46, 3). | |
xi2 | ξυήλην· ἣν ξυάλην λέγομεν. Ξενοφῶν Κύρου Ἀναβάσει (IV 7, 15)· ‘εἶχον δὲ | |
θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων σπάρτα πυκνὰ ἐστραμμένα. εἶχον δὲ καὶ κράνη καὶ παρὰ τὴν ζώνην μαχαίριον ὅσον ξυήλη〈ν〉 Λακωνική〈ν〉‘, ἣν Ἀττικοὶ κνῆστιν [Λάκωνες δὲ ξυήλην λέγουσι μόνον. ‘ἐπὶ δ’ αἴγειον κνῆ τυρόν κνήστι χαλκείῃ‘ (Λ 639s.) οἱ μὲν οὖν Ἀττικοὶ] | 130 | |
5 | 〈λέγουσιν, ὡς καὶ〉 τὸ ῥῆμα [οὕτως λέγουσιν] (Com. fr. ad. IV 658 M. = fr. ad. 722 K.)· ‘κἀπικνῆν κἀπεσθίειν‘, οἱ δὲ Λάκωνες τοὔνομα 〈μόνον〉 ξυήλην, ὡς καὶ Ξενοφῶν φησιν ἐν τῇ τετάρτῃ τῆς Ἀναβάσεως (8, 25), ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης παῖς ἔτι ὢν ἀποκτείνας ξυήλῃ Λακωνικῇ παῖδα. διὰ τοῦτο δὲ καὶ τὸ κνεῖν οἱ Δωριεῖς ξύειν λέγουσιν ὡς καὶ Σώφρων (fr. 149 Kaib.)· | |
10 | ‘αἴ τις τὸν ξύοντα ἀντιξύει‘, καὶ πάλιν (fr. 150 Kaib.)· ‘ὁ χοραγὸς ξύεται‘. | |
xi3 | ξυμβῇ ἡ πεῖρα· ἀντὶ τοῦ ἐπιτυχθῇ παρὰ Θουκυδίδῃ (III 3, 3). | |
xi4 | ξύν· Θουκυδίδης (passim) ἀντὶ τοῦ ‘σύν‘ καὶ τὰ ἄλλα τὰ ὅμοια. οὕτω καὶ οἱ παλαιοὶ πάντες. | |
xi5 | ξυναλλαγῆναι· τὸ συμβῆναι. Θουκυδίδης (VIII 90, 2). | |
xi6 | ξυρήκης· ὁ ξυρήσιμος καὶ κουριῶν. | |
omicron1 | ὄαι· αἱ ἐπὶ τῶν ἱματίων. | |
omicron2* | ὄβρια καὶ ὀβρίκαλα· 〈ὄβρια τὰ τῶν ὑστρίχων καὶ τῶν τοιούτων ἀγρίων ἔκγονα, ὀβρίκαλα〉 τὰ τῶν λεόντων καὶ λύκων σκύμνια. Αἰσχύλος Δικτυουλκοῖς (fr. 48 N.2 = Phil. 97 p. 80, 11 Siegm.) 〈καὶ Ἀγαμέμνονι (143)〉. | |
omicron3 | ὀγκύλλεσθαι (Ar. pax 465)· τὸ καυχᾶσθαι. | |
omicron4 | ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς· τὸ λεγόμενον. Ἀριστοφάνης Ἀνα‐ γύρῳ (II 963 M. = fr. 47 K.)· ‘ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην‘. | |
omicron5 | 〈οἶαι Ἀττικοί, Ἴωνες δὲ〉 ὄϊαι διφθέραι, μηλωταί. | |
omicron6* | οἰκείους· τοὺς κατ’ ἐπιγαμίαν ἔξωθεν παρε〈ι〉σηγμένους. ὁ δὲ Μένανδρος ἐνίοτε (fr. 890 Kö.) ἐπὶ τῶν συγγενῶν λέγει. Ἀριστοφάνης ἐν τῷ Περὶ συγγενικῶν (p. 129 fr. 6 N.). | |
omicron7 | οἰκέται (Ar. nub. 5; Eur. fr. 927 N.2)· οἱ κατὰ τὴν οἰκίαν πάντες. | |
omicron8 | οἰκόσιτος· ὁ ἑαυτὸν τρέφων μισθωτός. | |
omicron9 | οἰκότριψ· οἰκογενὴς δοῦλος. | |
omicron10 | 〈οἰός Ἀττικοί, Ἴωνες δὲ〉 ὄϊος· προβάτου. | |
omicron11 | οἶσθα· ἀντὶ τοῦ οἶδας. λέγεται [καὶ] χωρὶς τοῦ ς· μετὰ δὲ τοῦ ς ποτὲ ἢ διὰ μέτρον | |
ἢ διὰ τὸ μὴ συγκροῦσαι φωνήεντα. | 131 | |
omicron12 | οἰστροπλῆγα· τῇ μανίᾳ πεπληγότα. | |
omicron13 | ὀκτώπηχυ· τὸ ὀκτάπηχυ. Φιλήμων (IV 66 M. = fr. 212 K.). καὶ ὀκτώπους, ἡμεῖς 〈δὲ〉 ὀκτάπους. | |
omicron14 | ὀλίγον· 〈Ἀττικῶσ〉. τὸ δὲ ὀλίον ἢ βάρβαρον ἢ Ἰακόν. | |
omicron15 | ὅμαιμος καὶ ὁμαίμων· ἀδελφὸς ἢ συγγενής [καὶ ὁμονήδυος]. | |
omicron16 | ὁμαλές· ἐπὶ τοῦ πράγματος. ὁμαλόν· ἐπὶ τοῦ τόπου. Θουκυδίδης (V 65, 6)· ‘καὶ προελθόντες ἐς τὸ ὁμαλόν‘ καὶ πάλιν (V 65, 4)· ‘ἐν τῷ ὁμαλῷ τὴν μάχην ποιεῖσθαι‘. | |
omicron17* | ὄμπνιον ὕδωρ (Call. fr. 357 Pf.)· τὸ τρόφιμον καὶ πολύ. | |
omicron18 | Ὄμπνιος· ἡ Δημήτηρ, αἰτία οὖσα τοῦ ἀναπνεῖν. | |
omicron19 | ὀμφαλητομία (Plat. Theaet. 149e)· ὅτε αἱ μαῖαι τὸν ὀμφαλὸν τοῦ βρέφους ἀποτέμνουσιν. καὶ αὐταὶ δὲ ὀμφαλητόμοι λέγονται. | |
omicron20 | ὄμφαξ· θηλυκῶς 〈Ἀττικοί, ἀρσενικῶς Ἴωνεσ〉. | |
omicron21 | ὁμωχέτας· Θουκυδίδης (IV 97, 4) τοὺς συννάους θεοὺς καὶ ὁμο[ρ]ροφίους. Βοιω‐ τιακὴ δὲ ἡ λέξις. | |
omicron22* | ὄνειδος· ἀρσενικῶς καὶ οὐδετέρως. | |
omicron23 | ὄνος· τὸ ἐπάνω τοῦ μύλου. Ἀριστοτέλης δὲ (deest ap. Rose) κατ’ ἀμφοτέρων τάσσει. | |
omicron24 | ὄνος ἐν μελίτταις· Κράτης Τόλμαις (II 247 M. = fr. 36 K.), καὶ ‘ὄνος ἐν μύρῳ‘· παροιμία. | |
omicron25 | Ὀπικίαν· τὴν τῶν Ὀπικῶν χώραν Θουκυδίδης (VI 4, 5). | |
omicron26 | ὀπισαμβώ (Soph. fr. 373 N.2 = 406 P.)· ἡ εἰς τοὐπίσω ἀναχώρησις. | |
omicron27 | ὀρθοπλήξ· ἵππος ὀρθὸς ἐπαιρόμενος καὶ πλήσσων. Ἀριστοφάνης Ἀναγύρῳ (II 961 M. = fr. 43 K.)· 〈Α〉 ‘ὡς δ’ ὀρθοπλήξ‘. —〈Β〉 ‘πέφυκε γὰρ δυσγάργαλισ‘. | |
omicron28 | ὀρθοστάδιοι· οἱ στατοὶ χιτῶνες, οἱ γὰρ συρόμενοι συρτοί. | |
omicron29 | ὄροφος καὶ ὀροφή· ἡ στέγη. | |
omicron30 | ὅσιον χωρίον· τὸ βέβηλον καὶ μὴ ἱερόν, εἰς ὃ ἔξεστιν εἰσιέναι. Ἀριστοφάνης Λυσιστράτῃ (742s.)· ‘ὦ πότνι’ Εἰλείθυια, ἐπίσχες τοῦ τόκου, ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον‘. | |
5 | καὶ ὅσια χρήματα· τὰ μὴ ἱερά. λέγεται δὲ καὶ τὸ δίκαιον ὅσιον. | |
omicron31 | ὄσσος· ὀφθαλμός. ἐν τῇ τραγῳδίᾳ (deest ap. Nauck) ἀρσενικῶς, παρ’ Ὁμήρῳ | |
οὐδετέρως (e. g. Ν 616s.). | 132 | |
omicron32 | ὄττα· φήμη, μαντεία διὰ κληδόνος. καὶ ὀττεύεσθαι· τὸ κληδονίζεσθαι. | |
omicron33 | οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας (fr. com. ad. 277 K.). | |
omicron34 | οὐδεὶς κομήτης ὅστις οὐ περαίνεται (fr. com. ad. 14 K.). | |
omicron35 | οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος (fr. com. ad. 791 K.). | |
omicron36 | οὐδὲν πρὸς ἔπος. | |
omicron37 | οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ (fr. com. ad. 598 K.). | |
omicron38* | οὐδ’ ὑφ’ ἕνων Ἀττικοὶ ἀντὶ τοῦ ὑπ’ οὐδένων λέγουσιν ὑπερβιβάζοντες. | |
omicron39 | οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νέκυν (trag. fr. ad. 331 N.2 = com. fr. ad. 278 K.). | |
omicron40 | οὐκ ἂν φθάνοιμι τὴν μάχαιραν παρακονῶν (IV 658 M. = fr. ad. 599 K.). | |
omicron41 | οὔπως· οὐδένα τρόπον. καὶ Θουκυδίδης πέμπτῃ (15, 2) καὶ Ὅμηρος (γ 226)· ‘ὦ γέρον, οὔπως τοῦτο ἐγὼ τελέεσθαι ὀΐω.‘ | |
omicron42 | οὐ ῥᾳδίως· ἀντὶ τοῦ κακῶς. Θουκυδίδης (VI 57, 4)· ‘Ἀριστογείτων ... ὕστερον λαμφθεὶς οὐ ῥᾳδίως διετέθη· Ἁρμόδιος δ’ αὐτοῦ παραχρῆμα ἀπόλλυται‘. | |
omicron43 | οὐρανία αἴξ· ᾗ οἱ εὐχόμενοι πάντως ἐπετύγχανον, ἴσως διὰ τὸ τὴν σελήνην αὐτῇ ἐποχεῖσθαι. Κρατῖνος Χείρωσιν (II 160 s. M. = fr. 244 K.)· ‘αἲξ οὐρανία‘. | |
omicron44 | ὄφλειν καὶ ῥόφειν· τὰς πρώτας συλλαβὰς τῶν τοιούτων οἱ Ἀττικοὶ ὀξύνουσιν. | |
omicron45* | ὀχμάζεται· συνέχεται, χειροῦται. | |
pi1 | παιδικά· ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξις. παραδείγματα δὲ τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως δὲ Ἐρασταῖς δῆλον, ὡς οὕτως ἐξείληπται· ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν φησὶν ὁ Φοῖνιξ (Soph. fr. 157 N.2 = 153 P.)· ‘παπαῖ, τὰ παιδίχ’, ὡς ὁρᾷς, ἀπώλεσασ‘. | |
5 | καὶ Κρατῖνος Πανόπταις (II 105 M. = fr. 152 K.)· ‘μισεῖς γὰρ πάνυ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν‘. ὅτι δὲ ἐκάλουν οὕτω καὶ τὰ πρὸς τὰς γυναῖκας, Εὔπολίς 〈φησιν〉· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις (II 561 M. = fr. 327 K.)· ‘ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖσ‘. | |
10 | καὶ Κρατῖνος δὲ Ὥραις τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης φησὶν ἐπ’ αὐτοῦ (II 166 M. = fr. 258 K.)· ‘μακάριος τῶν παιδικῶν‘. οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ κατὰ | |
μεταφορὰν τὴν ἀπ’ ἐκείνων. Πλάτων Φαίδρῳ (236b)· ‘ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παι‐ δικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε‘. λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδί. | 133 | |
15 | ἡ δὲ λέξις ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. | |
pi2 | παιδισκάριον· 〈κόριον ἢ κορίσκη〉. κοράσιον δὲ οὐ λέγεται, ἀλλὰ καὶ κεκωμῴ‐ δηκεν Φιλιππίδης (IV 477 M. = fr. 36 K.) ὡς ξενικόν. | |
pi3 | παιδίσκην· 〈νεανίδα Ἀττικοί〉, θεράπαιναν 〈Ἴωνεσ〉. | |
pi4 | παλαμναῖος· φονεὺς ἢ μιαρός. παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφο‐ νοῦντες παρὰ τὴν παλάμην. καὶ Ζεὺς Παλαμναῖος ὁ τοὺς τοιούτους τιμωρούμενος καὶ 〈Ζεὺσ〉 Προστρόπαιος ὁ προστρέπων τὸ ἄγος αὐτοῖς. | |
pi5 | πάλη· τὸ λεπτότατον τοῦ ἀλεύρου καὶ 〈ἡ〉 τέφρα. Φερεκράτης Ἰπνῷ (II 279 M. = fr. 60 K.)· ‘ἀνέπλησα τὠφθαλμὼ πάλης φυσῶν τὸ πῦρ‘. | |
pi6* | παλλακαί· τὸ μὲν ἀκριβὲς τῶν παιδίσκων αἱ νέαι, καθὰ καὶ τῶν ἀρρένων πάλλακες. ταύταις δὲ ἡττώμενοί ποτε διὰ τὴν ἀκμὴν οἱ δεσπόται ἀφιᾶσι καλεῖσθαι αὐτὰς οὕτως, κἂν μηκέτι νέαι ὦσιν. | |
pi7 | παλλάκια· οὐ παλλήκια. οἱ παῖδες. | |
pi8* | πάλλας καὶ πάλλαξ· ὁ νέος, καὶ πάλλαντες· οἱ νέοι, ὥς φησι Φιλιστ〈ε〉ίδης ἐν Συγ‐ γενικοῖς. ἐκ δὲ τοῦ πάλλακος ἡ παλλακὴ καὶ ἡ παλλακίς, ἡ κόρη. | |
pi9 | πανστρατιᾷ· οὕτω λέγει καὶ Θουκυδίδης (e. g. II 31, 1) καὶ οἱ ἄλλοι. | |
pi10 | πανσυδεί· παντελῶς. ὁ Θουκυδίδης ηʹ (1, 1)· ‘μὴ οὕτως τε πανσυδεὶ διεφθάρθαι‘, ὅπερ ἀγνοήσαντές τινες γράφουσι ‘πασσυδεί‘. ἔστι δὲ καὶ ἐν Αὐτομόλοις Φερεκράτους (II 265 M. = fr. 31 K.). | |
pi11 | παππίζειν· τὸ πάππαν καλεῖν. | |
pi12 | πάππος· αἱ ἐπὶ τοῦ κάτω χείλους τρίχες, μάσταξ δὲ αἱ ἐπὶ τοῦ ἄνω. | |
pi13 | παραβαλέσθαι· τὸ ἐξαπατῆσαι. Θουκυδίδης πρώτῃ (133). οὕτω καὶ Ὅμηρος (Δ 6)· ‘παραβλήδην ἀγορεύων‘. | |
pi14 | παραβεβάσθαι τὰς σπονδάς· τὸ παθητικὸν τοῦ παραβεβηκέναι, πάνυ ἀκο‐ λούθως. Θουκυδίδης (I 123, 2). | |
pi15 | παραιρήματα τῶν ἱματίων· Θουκυδίδης (IV 48, 3). | |
pi16 | παράλογον λέγουσιν ἀρσενικῶς οἵ τ’ ἄλλοι καὶ μάλιστα Θουκυδίδης, τὸ παρά‐ δοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν, οἷον (I 78, 1)· ‘τοῦ πολέμου τὸν παράλογον‘ καὶ ὅτι ἐγένετο | |
(II 85, 2) ‘πολὺς ὁ παράλογοσ‘. | 134 | |
pi17 | παραυτίκα ἔγγιόν τι τοῦ αὐτίκα σημαίνει καὶ ὑπογυώτερον. Θουκυδίδης (I 27, 1)· ‘εἰ δέ τις τὸ παραυτίκα μὴ ἐθέλοι ξυμμαχεῖν.‘ | |
pi18 | πάρδαλιν· Ἀττικοί, πόρδαλιν Ἴωνες· Ὅμηρος δὲ τὸ μὲν ζῷον διὰ τοῦ ο (cf. N 103; Φ 573; P 20 cum sch. A), τὴν δὲ δορὰν διὰ τοῦ α (Ι 17; Κ 29). | |
pi19 | παρέλυσαν· ἀπήλλαξαν, μετέστησαν. Θουκυδίδης ἑβδόμῃ (16, 1)· ‘τὸν μὲν Νικίαν οὐ παρέλυσαν τῆς ἀρχῆσ‘. | |
pi20 | παρεξειρεσίαν· τὸ ἔξω τῶν ἐρεσσόντων. ἐν τετάρτῃ (12, 1) Θουκυδίδης. | |
pi21 | παρεξηυλημένον 〈καὶ κατατετριμμένον]· τὸ ἀμυδρόν, ἀπὸ τῶν γλωσσίδων τῶν αὐλῶν τῶν κατατετριμμένων. Ἀριστοφάνης (Ach. 681)· ‘οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένουσ‘. | |
pi22 | παροκωχή· παροχὴ παρὰ Θουκυδίδῃ (VI 85, 2), ὡς ἡ ἀνοκωχὴ (cf. Ael. gl. α 144) καὶ διοκωχή (Thuc. III 87, 1). | |
pi23 | παρουσία· λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας, ὡς καὶ ἐν τῷ Πλάτω‐ νος Φάωνι (II 677 M. = fr. 177 K.)· ‘〈× – ⏑〉 ὡς καὶ νῦν ἔχομεν παρουσίασ‘. καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφο‐ | |
5 | κλέους (fr. 421 N.2 = 459 P.)· ‘τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων‘. Θουκυδίδης ἐν τῇ πρώτῃ (128, 5)· ‘Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ‘. τούτῳ γὰρ ἐναντίον σημαίνει ἡ ἀπουσία. | |
pi24 | παρώπια καὶ ἀντήλια· τὰ παρὰ τὰς ὄψεις τῶν ἵππων δέρματα. | |
pi25 | πασπάλη· τὸ τυχόν, οἱ δὲ κέγχρον, οἱ δὲ κέγχρινα ἄλευρα. Ἱππῶναξ (fr. 18 D2 c. n.)· ‘πασπαληφάγον γρόμφιν‘. | |
pi26 | παστά· ἔτνος ἀλφίτοις μεμ〈ε〉ιγμένον. | |
pi27* | παττάλῳ ἀνακρεμάσαι· ἀμελῆσαι. ἀπὸ παττάλου λαβεῖν· ἐπιμεληθῆναι. | |
pi28 | παῦ (Ar. equ. 821; pax 648)· τὸ ‘παῦσαι‘ λέγουσι μονοσυλλάβως. | |
pi29 | παυσικάπη· μηχάνημα τροχῷ ἐμφερές, δι’ οὗ τὸν τράχηλον διεῖρον καὶ τῶν ὑπο‐ ζυγίων ὥστε μὴ ἐσθίειν καὶ τῶν ἀνθρώπων ὥστε μὴ δύνασθαι τὰς χεῖρας τῷ στόματι προσάγειν. | |
pi30 | πειρᾶν· τὸ λόγους περὶ συνουσίας προφέρειν καὶ πειραθῆναι τὸ ἀκοῦσαι λόγους τοιούτους. Θουκυδίδης (VI 54, 3)· ‘πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καταγορεύει τῷ Ἀριστογείτονι‘. σημαίνει 〈δὲ〉 ἡ λέξις καὶ τὸ ἄλλως διαπειρᾶσθαι. | |
pi31* | πελάτης· ὁ ἀντὶ τροφῶν ὑπηρετῶν καὶ προσπελάζων, ἀπὸ τοῦ πέλας ἤτοι ἐγγύς. 〈καὶ〉 πελάται· οἱ μισθῷ δουλεύοντες, οἷον ἔγγιστα διὰ πενίαν προσϊόντες. Ἀριστοτέλης (Athen. pol. II 2; cf. fr. 389 R.). | |
pi32 | πελιτνόν· Θουκυδίδης (II 49, 5) διὰ τοῦ τ. | 135 |
pi33 | πέμπειν· τὸ πομπεύειν. Μένανδρος Ὑποβολιμαίῳ ἢ Ἀγροίκῳ (fr. 428 Kö.)· ‘Μικρὰ Παναθήναι’ ἐπει〈δὴ〉 δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματοσ‘. καὶ πέμψαντες τὸ πομπεύσαντες παρὰ Θουκυδίδῃ (VI 56, 2). | |
pi34 | πενθερά· τῷ νυμφίῳ ἡ τῆς κόρης μήτηρ καὶ πενθερὸς ὁ πατήρ. Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει· ὁ γοῦν Ἀλκμαίων τῷ Φηγεῖ φησι (fr. 72 N.2)· ‘χαῖρ’, ὦ γεραιέ· τήν τε παῖδ’ ἐκδοὺς ἐμοί γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμόσ‘. | |
5 | καὶ ὁ Πρωτεσίλαος τῷ Ἀκάστῳ φησίν (fr. 647 N.2)· ‘ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι παῖδά μοι ξυνοικίσασ‘. Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείᾳ, 〈ᾗ〉 Ὀδυσσεύς φησι πρὸς Κλυταιμνήστραν περὶ Ἀχιλλέως (fr. 284 N.2 = 305 P.)· | |
10 | ‘σὺ δ’ ὦ μεγίστων τυγχάνουσα πενθερῶν‘ ἀντὶ τοῦ γαμβρῶν. | |
pi35 | πεντέπηχυ καὶ πεντέκλινον καὶ πεντέχαλκον καὶ πεντέμηνον καὶ πεν‐ τεσύριγγον ξύλον καὶ πάντα τὰ ὅμοια οὕτω λέγουσι διὰ τοῦ ε. ὅμως παρὰ τοῖς ὕστερον διὰ τοῦ α λέγεται, πεντάπηχυ καὶ τὰ λοιπὰ ὁμοίως. ὅμοιον δέ τι πάσχει καὶ ὁ ὀκτὼ ἀριθμός. | |
pi36 | περίνεως· τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν, ὡς λιπόνεως τοὺς λιποτάκτας. Θουκυδίδης (I 10, 4). | |
pi37 | περιοίσειν· τὸ περιέσεσθαι καὶ ἀνθέξειν. Θουκυδίδης ἑβδόμῃ (28, 3). σημαίνει καὶ τὸ ἀνοίσειν ἐκ τῆς νόσου. | |
pi38 | περιορᾶσθαι· καραδοκεῖν, ἀποθεωρεῖν, περισκέπτεσθαι, φροντίζειν. Θουκυδίδης (IV 73, 1)· ‘καὶ τοὺς Μεγαρέας περιορωμένους ποτέρων ἔσται ἡ νίκη‘. καὶ πάλιν (cf. II 43, 4) περιορωμένους τὸν πόλεμον λέγει. καὶ (IV 124, 4) [ὁ] ‘Βρασίδας τῆς Μένδης περιορώμενοσ‘. | |
pi39 | περιοργής [—ὡς περιχαρής—]· ὀργιζόμενος. Θουκυδίδης ἐν τετάρτῃ (130, 4) εἴρηκεν. | |
pi40 | περιρρηδής· ἐρραντισμένος αἵματι καὶ ἀμφιρρηδής. | |
pi41 | περιωπή καὶ πίσυνοι καὶ πύστεις· πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδῃ. καλεῖ δὲ (IV 87, 1) περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκεψιν, οὐ τὸν τόπον ὡς Ὅμηρος (Ξ 8; Ψ 451). | |
pi42* | πηλός· 〈ἀρσενικῶς. παρὰ δὲ Συρακουσίοις θηλυκῶσ〉 ἡ πηλὸς κατὰ τὸν γραμματικὸν Διόδωρον (cf. Co. RE V 709, 55). | |
pi43 | πιθανούς· τοὺς εὐπειθεῖς. Ξενοφῶν Κύρου παιδείᾳ (II 2, 10)· ‘πιθανοὶ δὲ οὕτως εἰσί τινες ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον πρότερον πείθονται‘. ὥσπερ φοβεροὺς τοὺς φοβουμένους | |
Θουκυδίδης (II 3, 4). | 136 | |
pi44 | πιθανώτατος τοῖς πολλοῖς (Thuc. VI 35, 2)· ὁ πιστικώτατος καὶ πείθων τοὺς πολλοὺς παρὰ Θουκυδίδῃ (l. l.). | |
pi45 | πλοκαμῖδα· Μένανδρος (fr. 901 Kö.) καὶ οἱ ἄλλοι. | |
pi46 | ποιήσειας καὶ γράψειας καὶ ποιήσειαν καὶ γράψειαν Ἀττικοὶ μᾶλλον. οἱ Ἴωνες δὲ καὶ οὕτω καὶ ποιήσαις καὶ γράψαις 〈καὶ ποιήσαιεν καὶ γράψαιεν〉. | |
pi47 | πολεμησείειν· πολεμικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ πρώτῃ (33, 3), ὡς καὶ τὸ Ὁμηρικόν (Ξ 37)· ‘τῶ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο‘. οὕτω καὶ γαμησείειν Ἀττικοί φασι καὶ ἄλλας φωνὰς οὕτω σχηματίζουσιν. | |
pi48 | πολλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα (Archil. fr. 103 D2). | |
pi49 | πολυτελές· δαπανηρόν. Θουκυδίδης (VII 27, 2)· ‘τὸ γὰρ ἔχειν αὐτοὺς πρὸς τὸν ἐκ τῆς Δεκελείας πόλεμον πολυτελὲς ἐφαίνετο‘. | |
pi50 | πομπήν· τὴν πέμψιν, ἀποστολήν. Θουκυδίδης τετάρτῃ (108, 1)· ‘ξύλων τε ναυπη‐ γησίμων πομπῇ‘. | |
pi51 | πορισταί· οἱ τοὺς πόρους εἰσηγούμενοι δημαγωγοὶ ἐπὶ τῷ ἑαυτῶν λυσιτελεῖ (Thuc. VIII 48, 6). | |
pi52 | πόρπαξ· τὸ ἐντὸς τῆς ἀσπίδος πρόσθημα, δι’ οὗ τὴν χεῖρα διεῖρον. | |
pi53 | πούλυπον καὶ πουλύπουν· Ἀττικοί, πολύποδα Ἴωνες. | |
pi54 | πριαμωθῆναι (cf. IV 647 M. = fr. ad. 1123 K.)· ξυρηθῆναι. ἦν δὲ σκῶμμα, ἐπεὶ ὁ τραγικὸς Πρίαμος ξυρίας εἰσήγετο. | |
pi55 | πρὶν ἢ πτίσαι τὰ ἄλευρα· παροιμία. καὶ ‘πρὶν τοὺς ἰχθῦς ἑλεῖν σὺ τὴν ἅλμην κυκᾷσ‘ καὶ ‘πρὶν ἐσφάχθαι δέρεισ‘. | |
pi56 | προβάλλεσθαι· ἀντὶ τοῦ προτείνεσθαι. Θουκυδίδης (I 73, 2)· ‘τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ ξύνιστε, εἰ καὶ δι’ ὄχλου μᾶλλον ἔσται ἀεὶ προβαλλομένοισι‘. καὶ ὁ ῥήτωρ (Dem. XIX 2)· ‘τὴν ἀειλογίαν ὁρῶ ἀεὶ προβαλλομένουσ‘. | |
pi57 | πρόβασις (β 75)· ἡ τῶν βοσκημάτων κτῆσις. | |
pi58 | πρόβατα· πάντα τὰ τετράποδα. | |
pi59 | προδοσίκομπος· ὁ ὑποσχετικός, ὁ τὰς ἑαυτοῦ ὑποσχέσεις ἐν οὐδενὶ τιθέμενος, ἀλλὰ προδιδούς. | |
pi60 | προηγητής· Ἀττικῶς, προηγητήρ. ὁ τοῦ ζεύγους ἡγούμενος ἐν τοῖς γάμοις. | |
pi61 | προκαλεῖσθαι· οὐ τὸ εἰς ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰς συμβάσεις καὶ συνθή‐ κας. Θουκυδίδης (IV 19, 1). οἱ δὲ δικανικοὶ ἐπὶ πάσης προκλήσεως. | |
pi62 | προκεχωρηκότος· προεληλυθότος. Θουκυδίδης (cf. III 111, 1; VII 30, 1). | |
pi63 | πρόκνις· γένος ἰσχάδων. | 137 |
pi64 | προπόλιος· ὁ θᾶττον καὶ πρὸ τοῦ δέοντος πολιὰς ἐσχηκώς. | |
pi65 | πρόσειλος· πρὸς τὴν τοῦ ἡλίου αὐγὴν τετραμμένος. | |
pi66 | προσέκειτο· ἀντὶ τοῦ προσεῖχε. Θουκυδίδης πρώτῃ (93, 7). | |
pi67 | πρόσισχε· τὸ πρόσεχε. Κρατῖνος (II 206 M. = fr. 286 K.)· ‘καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοισ‘. καὶ Εὔπολις (II 575 M. = fr. 386 K.)· ‘πρόσισχε τὸν νοῦν τῇδε‘. | |
5 | καὶ Θουκυδίδης τρίτῃ (22, 8)· ‘παρανῖσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεωσ‘. οὕτω δὲ καὶ ὑπίσχομαι τὸ ὑπισχνοῦμαι οἵ τε τραγικοὶ (e. g. Aesch. Eum. 804) καὶ Ἀριστοφάνης (II 1187 M. = fr. 615 K.)· ‘τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι‘. | |
pi68 | προστρόπαιος· ὁ ἱκέτης, ὁ πρός τινα δεητικῶς τρεπόμενος. | |
pi69 | προτέλεια 〈τὴν〉 ἡμέραν ὀνομάζουσιν, ἐν ᾗ εἰς τὴν ἀκρόπολιν τὴν γαμουμένην παρθένον ἄγουσιν οἱ γονεῖς ὡς τὴν θεὸν καὶ θυσίαν ἐπιτελοῦσιν. | |
pi70 | πρότριτα· τῇ τρίτῃ ἐπάνω ἡμέρᾳ. Θουκυδίδης ἐν δευτέρᾳ (34, 2) τὴν τρίτην πρὸ τῆς ἐκφορᾶς. | |
pi71 | προὔνεικον (IV 683 M. = fr. ad. 333 K.)· οὐ τὸν ἀκόλαστον, ἀλλὰ τὸν κομί‐ ζοντά τινα ἐξ ἀγορᾶς μισθοῦ. καὶ ἔγκειται τὸ ἐνεῖκα〈ι〉. | |
pi72 | πρωτόνεως καὶ ἀρχένεως καὶ ἄλλα πολλὰ ὁμοίως. καὶ περίνεως Θουκυδίδης πρώτῃ (10, 4). | |
pi73 | πτέον· διὰ τοῦ ε Ἀττικοί, οὐ πτύον. | |
pi74 | πτερνίδες· τὰ πυθμένια τῶν λεκανίων. | |
pi75 | πύνδαξ· πυθμήν. | |
pi76 | πυός· τὸ πρωτόρρυτον γάλα καὶ νοστιμώτατον. | |
pi77 | πυριάτη· θηλυκῶς τὸ πυρίεφθον· οὐχὶ πυρίατος οὐδὲ πυριατὴ ὀξυτόνως οὐδὲ πυρίεφθος. | |
rho1 | Ῥαδαμάνθυος ὅρκος· ὁ κατὰ χηνὸς ἢ κυνὸς ἢ πλατάνου ἢ κριοῦ ἤ τινος ἄλλου τοιούτου. ‘οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν· θεοὺς δ’ ἐσίγων‘ Κρατῖνος Χείρωσιν (II 155 M. = fr. 231 K.). τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι. | |
rho2 | ῥᾳδιουργός· ὁ κακοῦργος· καὶ ῥᾳδιουργία· ἡ περὶ πᾶν ὀλιγωρία καὶ εὐκαιρία | |
καὶ θρασύτης. Ξενοφῶν δὲ (mem. II 1, 20) καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. | 138 | |
rho3 | ῥάζειν καὶ ῥύζειν· τὸ ὑλακτεῖν. ἀπὸ τούτου δὲ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας μετηνέχθη. Ἕρμιππος Εὐρώπῃ (II 388 M. = fr. 24 K.)· ‘ῥύζων ἅπαντας ἀπέδομαι τοὺς δακτύλουσ‘. 〈καὶ〉 Κρατῖνος Δηλιάσιν (II 33 M. = fr. 25 K.)· | |
5 | ‘†ἵνα σιωπῇ† τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον‘, καὶ ἑξῆς· ‘ἔρραζε πρὸς τὴν γῆν 〈βαλών〉, ὁ δ’ ἠσκάριζε κἀπέπαρδε.‘ | |
rho4 | ῥαθαπυγίζειν· τὸ πλατεῖ τῷ ποδὶ εἰς τὰ ἰσχία ῥαπίζειν. | |
rho5 | ῥαΐζειν· τὸ ἀπὸ νόσου ἀνασφάλλειν. | |
rho6 | ῥάξ· θηλυκῶς ἡ ῥάξ. ὁ δὲ ῥὼξ καὶ βαρβαρισμὸς καὶ σολοικισμός. | |
rho7 | ῥαχίαν· οἱ Ἀττικοὶ τὴν ἀκτὴν καὶ τὸν τόπον αὐτόν, ᾧ προσαράττει τὸ κῦμα. καὶ Θουκυδίδης οὕτως (IV 10, 5). οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρησιν τῆς θαλάττης. | |
rho8 | ῥᾴων· ὁ ἐκ νόσου ὑγιής. | |
rho9 | ῥία· ἀκρωτήρια ὄρθια καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. Θουκυδίδης (II 86, 5)· ‘οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν ῥίων ἐς τὴν εὐρυχωρίαν φοβούμενοι‘. | |
rho10 | ῥινᾶν· ἐξαπατᾶν. Μένανδρος (fr. 698 Kö.)· ‘ἔγωγ’ ἐπίσταμαι ῥινᾶν‘. | |
rho11 | ῥόας· ἄνευ τοῦ ι 〈Ἀττικοί〉, ῥοιὰς Ἴωνες. Ἐπίλυκος (II 888 M. = fr. 2 K.). | |
rho12 | ῥόφειν· 〈Ἀττικῶσ〉, ῥυφεῖν Ἰακῶς Ἱππῶναξ (fr. 132 Bgk.). | |
rho13 | ῥοφήσομαι (Ar. vesp. 814)· ἀντὶ τοῦ ῥοφήσω λέγουσιν. | |
rho14 | ῥῶπος καὶ γέλγη· ὁ ποικίλος καὶ λεπτὸς φόρτος, ὅθεν ῥωποπώλης καὶ γελ‐ γοπώλης. | |
sigma1 | σᾶ· τὰ σῶα λέγουσι μονοσυλλάβως ἀπὸ τοῦ σῶα συναιροῦντες. Εὐριπίδης ἐν Ὑψιπύλῃ (fr. 762 N.2)· ‘εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα‘. καὶ σᾶ ἡ σώα. Ἀριστοφάνης (II 1194 M. = fr. 631 K.)· | |
5 | ‘ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβοσ‘. καὶ σῶν τὸν σῶον καὶ σῷ οἱ σῶοι παρὰ Θουκυδίδῃ (III 34, 3 et I 74, 3)· 〈οἱ δὲ συνηθέστερον γράφουσι〉 δισυλλάβως σῶοι. | |
sigma2 | σάθων· ὑποκόρισμα παιδίων ἀρρένων. οὕτω Τηλεκλείδης (II 377 M. = fr. 65 K.). | 139 |
sigma3 | σακεύουσι· τὸ ὑλίζουσι παρ’ Ἡροδότῳ (IV 23, 3). | |
sigma4 | σάκος οἱ Ἀττικοὶ λέγουσι διὰ τοῦ ἑνὸς κ. | |
sigma5 | σαλάμβη· ὀπή, δι’ ἧς τὸ σέλας βαίνει, καπνοδόκη. οὕτω Σοφοκλῆς (fr. 989 N.2 = 1093 P.). | |
sigma6 | σαμφόρας (Ar. nub. 122)· ἵππος χαρακτῆρα ἔχων ἐγκεκαυμένον σῖγμα, ὅπερ οἱ Δωριεῖς ἔλεγον σάν· 〈οὕτ〉ως κοππατίας καὶ βουκέφαλος. | |
sigma7 | σανίς· καὶ ἐν ᾗ τοὺς κακούργους ἔδουν καὶ ἐν ᾗ τὰς δίκας ἐνεχάραττον· τὸ μὲν ἐν Θεσμοφοριαζούσαις (940), τὸ δὲ ἐν Σφηξὶ (848) δεδήλωται. | |
sigma8 | σάνναν· τὸν μωρόν. οὕτω Κρατῖνος (II 187 M. = fr. 337 K.). | |
sigma9* | Σαρδάνιος γέλως· ὁ καθ’ ὑπόκρισιν ἀπὸ τοῦ σεσηρέναι τοὺς ὀδόντας. | |
sigma10 | σειριᾷ· φλεγμαίνει, καροῦται. | |
sigma11 | σειράζει· ἀντὶ τοῦ στρέφει, καὶ 〈σειριάζει〉· ἀστράπτει, τινάσσει. | |
sigma12 | σέσωται καὶ σεσωμένος· οἱ παλαιοὶ ἄνευ τοῦ ς. καὶ ‘διεζωμένοι‘ φησὶ Θουκυ‐ δίδης (I 6, 5). οἱ δὲ νεώτεροι σέσωσμαι. ἐπ’ ἐνίων 〈γὰρ〉 ἁπλῶς παραλείπουσι τὸ ς· κεκλειμένον, πεπρημένον. | |
sigma13 | σηκίδες· τὰ οἰκογενῆ παιδισκάρια. κυρίως δὲ σηκύλη καὶ σηκὶς ἡ ἐν ἀγρῷ ταμι‐ εῖον φυλάττουσα. | |
sigma14 | σίαλον· 〈οὐδετέρως Ἀττικοί〉 ** | |
sigma15 | 〈σῖγμα〉· τὰ σῖγμα δεῖ λέγειν, ἀλλ’ οὐχὶ τὰ σίγματα, καὶ γὰρ ἄκλιτα τῶν στοιχείων τὰ ὀνόματα· διὸ καὶ τὸ παρὰ τῷ Ξενοφῶντι ἐν τοῖς Ἑλληνικοῖς εἰρημένον (IV 4, 10) οὐχ ὑφ’ ἓν ‘τὰ σίγματα τῶν ἀσπίδων‘ ἀναγνωστέον, ἀλλὰ δισυλλάβως μὲν ‘τὰ σῖγμα‘ καὶ ἀπ’ ἄλλης ἀρχῆς ‘τὰ τῶν ἀσπίδων‘ κατὰ διάστασιν ... (298) οἱ δὲ κωμικοὶ μάλιστα ἐκκλίνουσι πᾶν τὸ ἔχον σιγμὸν | |
5 | καὶ ἐξήχησιν καὶ ψόφον, ἃ τῇ τραγωδίᾳ μᾶλλον ἂν ἁρμόττοι. διὸ καὶ διασύροντες τοὺς τραγικοὺς ὡς μὴ τοιούτους προσπαίζουσιν ἐν τῷ (Plat. com. II 626 M. = fr. 30 K.)· ‘εὖ γέ σοι γένοιθ’, ἡμᾶς ὅτι ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου‘. καὶ Περικλέα φασὶ πρῶτον ἐκκλῖναι τὸν διὰ τοῦ ς σχηματισμὸν τοῦ στόματος ὡς ἀπρεπῆ καὶ πλα‐ | |
10 | τύν, γυμναζόμενον ἀεὶ πρὸς τὸ κάτοπτρον ... Θετταλοὶ 〈δὲ〉 καὶ Κιτιεῖς οὐχ οἱ κατὰ Φοινίκην, ἀλλ’ οἱ περὶ Κύπρον, ὧν πόλις Κίτιον, ‘θάλατταν‘ ἔλεγον καὶ ‘πίτταν‘ καὶ ‘καρδιώττειν‘ καὶ ‘Ματ‐ ταλίαν‘ καὶ τοιαῦτα, ὅσα οὐδαμοῦ Ἀττικὰ νομίζονται, ἀλλὰ τῶν γειτόνων Βοιωτῶν, τῷ μήτε Ὅμη‐ | |
ρον μήτε τραγικοὺς μήτε Θουκυδίδην ἢ Πλάτωνα κεχρῆσθαι αὐτοῖς ... καὶ Ὅμηρος δὲ ποιητὴς ὢν καὶ ῥαψῳδῶν προσεῖχεν 〈οὐκ〉 ἄλλως τῷ ὄγκῳ. διὸ καὶ ἀρχόμενος τῆς ποιήσεως οὐκ ἰωνίζει | 140 | |
15 | οὐδὲ ‘θεή‘ (Α 1) λέγει, ἵνα μὴ συστείλας τὰ χείλη στενὸν τὸν ὄγκον ποιοίη. | |
sigma16 | Σιληνοί· δαίμονές τινες κομψοὶ τὰ εἰς ὄρχησιν καὶ εἰς Διονύσου τελετάς, οἱ Σάτυ‐ ροι. Εὔπολις (II 575 M. = fr. 443 K.). | |
sigma17 | σιλλαίνει· μυλλαίνει, διὰ τῶν ὀφθαλμῶν σκώπτει καὶ μυλλίζει. | |
sigma18 | σίλλοι· εἶδος ποιήσεως κωμικῆς, καὶ σιλλογράφοι οἱ ταύτην μετιόντες. | |
sigma19 | σιλλοῦν· τοὺς ὀφθαλμοὺς ἠρέμα παραφέρειν ἐν τῷ διαφαυλίζειν καὶ διασύρειν. οὕτως Ἄρχιππος (II 729 M. = fr. 52 K.). | |
sigma20 | σῖτος· πᾶς ὁ σιτικὸς καρπός, οὐχ ὁ πυρὸς μόνον. καὶ αὐτὰ τὰ σιτία. Θουκυδίδης τετάρτῃ (26, 3)· ‘καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο, αἱ δὲ μετέωροι ὥρμουν‘. | |
sigma21 | σίτου ἐκβολή· Θουκυδίδης (IV 1, 1), ὅταν ὁ στάχυς τῆς κάλυκος ἐκφύηται, οὐχ ὅταν ἐκ τῆς γῆς ἀναδιδῶται τὰ σπέρματα. | |
sigma22 | σκαιεμβατεῖν (com. fr. ad. 1143 K.)· τὸ σκαιῶς καὶ ἀρρύθμως ἐμβαίνειν ὀρχού‐ μενον, τὸ ἐν τῇ συνηθείᾳ κενεμβατεῖν. | |
sigma23 | σκάφιον· κουρὰ περιτρόχαλος. [οὕτως] Ἀριστοφάνης (Thesm. 838)· ‘σκάφιον ἀποκεκαρμένην‘ καὶ (fr. ad. 34 Dem.) σκαφιόκουρον· τὸν κείροντα. | |
sigma24 | σκιμβάζειν· χωλεύειν, καὶ ἀσκωλίζειν τὸ αὐτὸ τοῦτο. οὕτως Ἀριστοφάνης (II 1219 M. = fr. 853 K.). | |
sigma25 | σκόλλυς· ** | |
sigma26 | σκότος καὶ σκότον· ἑκατέρως. οὕτως Ἀμειψίας (II 713 M. = fr. 37 K.). | |
sigma27 | σκῦλα λέγουσιν ὡς ἡμεῖς (cf. e. g. Thuc. III 57, 1). καὶ σκυλεύματα Θουκυδίδης (IV 44, 5). | |
sigma28 | σκυτοδέψης· δερματομαλάκτης καὶ βυρσοδέψης. | |
sigma29 | σκυτοτόμος· σκυτεύς, λωροτόμος. | |
sigma30 | σορέλλη· σκῶμμα εἰς τοὺς γέροντας παρὰ τὴν σορόν. οὕτως Ἀριστοφάνης (II 1033 M. = fr. 198 K.). | |
sigma31 | στάδια καὶ σταδίους ἑκατέρως λέγουσιν. ὁ Θουκυδίδης δὲ σταδίους ὡς ἐπὶ τὸ πᾶν· ἅπαξ δὲ μόνον στάδια εἴρηκεν ἐν ζʹ (VII 78, 4)· ‘ἐν γὰρ τῷ πρόσθεν ἐπὶ πολλὰ στάδια μέλλων ἰέναι ...‘ | |
sigma32* | στάς (cf. Eupol. II 561 M. = fr. 332 K.)· ἄνευ τοῦ ι ὁ Ἀττικὸς λέγει· ὁ δὲ Ἴων | |
σταῖς. | 141 | |
sigma33 | στεγανόμιον· Ἀττικοὶ τὸν μισθὸν τοῦ πανδοχείου, ἡμεῖς δὲ τὸν τόπον, ἐν ᾧ ἑστιῶνται. | |
sigma34 | στίγων· ὁ στιγματίας. 〈Ἀριστοφάνησ〉 Βαβυλωνίοις (II 974 M. = fr. 97 K.). | |
sigma35 | στλεγγίς· ἡ ξύστρα, καὶ στλεγγιζόμενος· ἀποξυόμενος. Ἀριστοφάνης Γήρᾳ (II 1002 M. = fr. 139 K.)· ‘εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδ’ ἔχοντα‘. καὶ Δαιταλεῦσιν (II 1042 M. = fr. 207 K.)· | |
5 | ‘οὐδ’ ἔστιν αὐτῇ στλεγγὶς οὐδὲ λήκυθοσ‘. καλεῖται δὲ στλεγγὶς καὶ χρυσοῦν ἔλασμα τὸ περὶ τῇ κεφαλῇ τῶν γυναικῶν. | |
sigma36 | στρεβλόν τὸν στραβὸν λέγουσιν. οὕτως Εὔπολις (II 501 M. = fr. 182 K.). | |
sigma37 | στρουθίζων· τρίζων. Ἀριστοφάνης (IV 625 M. = fr. ad. 1155 K.). | |
sigma38 | στρουθοὶ ἄγριαι· αἱ στρουθοκάμηλοι. | |
sigma39 | στρωματόδεσμα· 〈οὐδετέρως Ἀττικοί〉, ἃ καλοῦμεν ἐν τῇ συνηθείᾳ στρωματεῖς. | |
sigma40 | συγκομιδή· ὡς ἐπὶ καρπῶν. Θουκυδίδης ἐν τρίτῃ (15, 2)· ‘καὶ ἐν συγκομιδῇ καρποῦ ἦσαν‘. καὶ Λυσίας ἐν τῷ Πρὸς Ξενοφῶντα (fr. 206 Thalh.)· ‘συγκομίσας δ’ ὀπώραν καὶ ἀποδόμενος τὸν ἀγρόν‘. | |
sigma41 | συηνία καὶ ὑηνία· ἀμαθία, σκαιότης παρὰ Φερεκράτει (II 344 M. = fr. 237 K.). καὶ συηνεῖν Πλάτων ὁ φιλόσοφος (Theaet. 166c) τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδές τι ποιεῖν. | |
sigma42 | σὺν τῷ κυνὶ καὶ τὸν ἱμάντα. | |
sigma43 | σφαγάς· τὰς κατακλεῖδας. Θουκυδίδης (IV 48, 3)· ‘καὶ ὀϊστοὺς καθίεσαν ἐς τὰς σφαγάσ‘. | |
sigma44 | σῷ· μονοσυλλάβως οἱ σῶοι καὶ παρὰ Θουκυδίδῃ (I 74, 3). οἱ δὲ συνηθέστερον γράφουσι σῶοι. | |
sigma45 | σῶς· εὕρηται καὶ θηλυκῶς. Ἀριστοφάνης (II 1194 M. = fr. 658 K.)· ‘οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη‘. | |
tau1 | Ταντάλου τάλαντα· παροιμία 〈ἐπὶ τῶν πλουσίων〉, ἐπεὶ πλούσιός ποτε ἦν 〈Τάνταλοσ〉, ὡς δηλοῖ Φιλήμων εἰπών (IV 61 M. = fr. 189 K.)· | |
‘Κροίσῳ λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ‘. ἢ καὶ ἀπὸ τῆς τοῦ ὀνόματος ὁμοιότητος, ὡς ἀγαθίδες ἀγαθίδων ἢ ἀγαθίδες ἀγαθῶν (Ael. gl. | 142 | |
5 | α 12). | |
tau2 | Τάρας· 〈ἀρσενικῶς καὶ θηλυκῶσ〉. | |
tau3 | τάριχος· οὐδετέρως οἱ Ἀττικοὶ ὡς ἐπὶ τὸ πολύ, ἐπ’ ἔλαττον δὲ καὶ ἀρσενι‐ κῶς. Μένανδρος (Epitr. fr. 5 Kö.)· ‘ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλασ‘. Φιλιππίδης (IV 478 M. = fr. 34 K.)· ‘τυρούς 〈τε〉 καὶ ταρίχουσ‘. Ἀριστοφάνης (II 1193 M. | |
5 | = fr. 630 K.)· ‘ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι‘. ὁ αὐτὸς (II 1030 M. = fr. 200 K.)· ‘〈τὸν〉 τάριχον τουτον〈ί〉 πλύνω〈ν〉‘. | |
tau4 | ταρροὶ καὶ ταρσοί· τάλαροι καὶ τὰ πλατύσματα τῶν κωπῶν, αὐτὸ τὸ πτέρωμα 〈τῶν νεῶν〉. οὕτω Θουκυδίδης (II 76, 1; VII 40, 5). | |
tau5 | τέλεον καὶ [τὸ] τέλειον· τελείους τοὺς γεγαμηκότας καλοῦσι, καὶ τελεωθῆναι τὸ γῆμαι. | |
tau6* | τελετή· θυσία μυστηριώδης. | |
tau7 | τέλος οἱ Ἀττικοὶ τάττουσι καὶ ἀντὶ τάξεως καὶ τάγματος καὶ δαπάνης, ἔνθεν ὁ πολυτελὴς καὶ εὐτελὴς καὶ ὁ συντελής, καὶ τὸ εἰς γάμους ἀνάλωμα, ὅθεν τὰ προτέλεια. λέγεται καὶ ἀντὶ ἀρχῆς. Θουκυδίδης (VII 73, 1)· ‘προσελθὼν δὲ τοῖς 〈ἐν〉 τέλει οὖσιν‘, ὡς εἰ ἔφη ‘τοῖς ἐν ἀρχῇ οὖσι‘. σημαίνει καὶ τὸ ἀποτέλεσμα τῶν πραγμάτων, καὶ τὸ εἰσπραττόμενον ὑπὸ τῶν | |
5 | τελωνῶν χρέος ‘τέλοσ‘ καλεῖται. | |
tau8 | τέμαχος· οὐδετέρως 〈Ἀττικοί〉 **. | |
tau9 | τετρῶρον 〈ἅρμα· προπερισπωμένως ἀπὸ τοῦ τετράορον〉· τέθριππον ἤγουν τετράϊππον. | |
tau10 | τεττιγοφόροι· οἱ Ἀθηναῖοι. τέττιγας γὰρ ἐφόρουν χρυσοῦς, σύμβολον τοῦ γηγε‐ νεῖς εἶναι. Θουκυδίδης πρώτῃ (6, 3)· ‘καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν‘. ἢ ὅτι μουσικοί· μουσικὸς γὰρ ὁ τέττιξ. γηγενεῖς δὲ ὅτι καὶ Ἐρεχθεύς, ὁ οἰκιστὴς τῶν Ἀθηνῶν, ἀπὸ τῆς γῆς ἐτέχθη. | |
tau11* | τευτάζειν· πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγγεύεσθαι καὶ πολὺ δια‐ | |
τρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω (fr. 134 Strecker) καὶ Δίδυμος (p. 46, fr. 31 Schm.) προσ‐ θείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν (p. 7 Berndt) εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν ἢ ἐνεργεῖν. καὶ Ἀρτεμίδωρος (cf. Wentz. RE. | 143 | |
5 | s. v. nr. 31) τὸ φροντίζειν. Φρύνιχος Μύσταις (II 594 M. = fr. 36 K.)· ‘μάστιγα δ’ ἐν χεροῖν ἔχων ἐτεύτασεν‘. Πλάτων Ξαντρίαις (II 646 M. = fr. 89 K.)· ‘ἦν δὴ θόρυβος τευταζόντων‘, ἀντὶ τοῦ πραγματευομένων ἢ διατριβόντων· καὶ ἐν Τιμαίῳ (90 b)· ‘τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας | |
10 | ἢ φιλονεικίας τετευτακότι‘, οἷον διατετριφότι· γράφεται καὶ τεταυτακότι. Τηλεκλείδης (II 375 M. = fr. 36 K.)· ‘πάντες δὲ τευτάζουσιν οἱ διάκονοι‘, ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης (II 354 M. = fr. 184 K.)· ‘ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι‘. | |
15 | σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ (521 e), καὶ τὸ ἡσυχάζειν. καὶ τευτάζων (auct. ignot.)· τὸ αὐτὸ ἀεὶ λέγων, φλυαρῶν. | |
tau12 | τηθαλλαδοῦς (fr. com. ad. 17 K.)· γυναικοτρόφος, ὑπὸ τήθῃ τεθραμμένος, ὃν οἱ πολλοὶ μαμμόθρεπτον λέγουσιν. | |
tau13 | τήθη· μάμμη, ἡ πατρὸς ἢ μητρὸς μήτηρ. | |
tau14 | τηθίς· θεία, πατρὸς ἢ μητρὸς ἀδελφή. | |
tau15 | τὴν γλαῦκα τωθάζουσι· παροιμία. | |
tau16 | τὴν ἐμὴν κάμνεις νόσον (fr. trag. ad. 334 N.2; fr. com. ad. 1316 K.)· παροι‐ μία ὡς ἡ τοιαύτη· ‘ταὐτὸν ἕλκομεν ζυγόν‘. | |
tau17 | τιγγάβαρι· τὸ κιννάβαρι Ἀττικοί. Διοκλῆς (II 840 M. = fr. 9 K.)· ‘ἡ μίλτος οἶμαι καὶ τὸ τιγγάβαρι‘. | |
tau18 | τίτθαι· αἱ τοὺς τιτθοὺς παρέχουσαι, τροφοὶ δὲ καὶ τιθηνοὶ αἱ τὸν ἄλλον πόνον ἀναδεχόμεναι, αἵτινες περιφέρουσι καὶ προσπαίζουσι καὶ τῆς ἄλλης τροφῆς τῆς μετὰ τὸν ἀπογα‐ λακτισμὸν ἐπιμέλειαν ἔχουσιν. | |
tau19 | τιτθοί· μαστοί. | |
tau20 | τίτις· βραχὺ ὀρνίθιον ἢ καὶ πᾶν μικρὸν ὀρνίθιον. | |
tau21 | τὸν ἀφ’ ἱερᾶς· γραμμὴ ἐν τῇ τῶν πεττῶν παιδιᾷ. Μένανδρος Καταψευδομένῳ (fr. 235 Kö.). | |
tau22 | τραυματισθῆναι· ἀντὶ τοῦ τρωθῆναι. Θουκυδίδης τετάρτῃ (12, 1). | 144 |
tau23 | τρία καὶ δύο· ἐπὶ τῆς κράσεως τοῦ οἴνου. Ἀριστοφάνης Ἱππεῦσιν (1187)· ‘ἔχε 〈καὶ〉 πιεῖν κεκραμένον τρία καὶ δύο‘. Ἡσίοδος (opp. 596)· ‘τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἶνον‘. | |
5 | Εὔπολις Αἰξίν (II 429 M. = fr. 8 K.)· ‘Διόνυσε χαῖρε· μή τι πέντε καὶ δύο;‘ τοιοῦτο καὶ τὸ παροιμιακόν (fr. com. ad. 604 K.)· ‘〈ἢ〉 πέντε πίνειν ἢ τρί’, ἢ μὴ τέτταρα‘. τὸ μὲν γὰρ πέντε ἐστὶ τρία καὶ δύο, τὸ δὲ τρία ἥμισυ καὶ διπλάσιον, τὸ δὲ τέτταρα ἴσον ἴσῳ. | |
tau24 | τριακοντούτης· παροξυτονεῖται. κοινὸν δέ ἐστιν ἀμφοτέρων τῶν γενῶν, καὶ τὰ πλήθη τριακοντούτεις. καὶ παρὰ Θουκυδίδῃ (I 23, 4) τριακοντούτεις σπονδαὶ εἴρηνται. καὶ Ἀρι‐ στοφάνης (cf. equ. 1388s.). | |
tau25 | τρίτου κρατῆρος (Soph. fr. 392 N.2 = 425 P.)· τοῦ σωτῆρος, ὃν καὶ τέλειον ἔλεγον. τὸν μὲν πρῶτον Ὀλυμπίων φασί, τὸν δὲ δεύτερον ἡρώων, ‘τὸν δὲ τρίτον Ὀλυμπικῶς τῷ Σωτῆρι τε καὶ Ὀλυμπίῳ‘ Πλάτων Πολιτείᾳ (583 b). | |
tau26 | τρυσίππιον· ἔγκαυμα ἵππου γεγηρακότος ἐπὶ τῆς γνάθου τροχῷ ὅμοιον. Εὔπο‐ λις (II 555 M. = fr. 318 K.)· ‘ἀλλ’ ὥσπερ ἵππῳ μοὐπιβαλεῖς τρυσίππιον‘. | |
tau27* | τρύχνον· τὴν πόαν. θηλυκῶς λέγουσι τὴν τρύχνον, οὐ τὸν τρύχνον. [σὺν τῷ ς δὲ ‘στρύχνον‘ οὐδαμοῦ εὗρον] ... καὶ παρὰ τὴν παροιμίαν τὴν ‘ἁπαλώτερος τρύχνου‘ παρῳδῶν ὁ κωμικός φησιν (IV 660 M. = fr. ad. 605 K.)· ‘ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου‘. | |
tau28 | τύλη· τὸ ἐπὶ τῶν τενόντων 〈αὐχενίων〉 φῦμα. Ἀριστοφάνης (Ach. 860; 954). | |
tau29 | τυμβογέροντες· πέμπτη ἡλικία γερόντων, ὡς καὶ Θεόφραστος (deest ap. Wi.). παραπλῆγες καὶ τῇ διανοίᾳ παρηλλαγμένοι, 〈Ἀριστοφάνης (IV 680 M. = fr. ad. 1172 K.)〉. | |
tau30 | τύρβη· Ἀττικῶς, σύρβη κοινῶς. | |
tau31* | τυρεύεται καὶ τυρεῖται (com. fr. ad. 1173 K.)· συνίσταται καὶ συμπήγνυται. | |
tau32* | τυρευθέντα (ib.)· κινηθέντα, ταραχθέντα. | |
tau33 | τυφεδανός· τετυφωμένος καὶ ἀσθενὴς οἷον καπνός. | |
tau34 | τῶν γὰρ ὑστάτων χάρις· παροιμία. | |
tau35 | τῶν δ’ ὄνων οὔ μοι μέλει. | |
tau36 | τῶν δυνατῶν τι κέλευ’, οὐ γὰρ παρὰ Κενταύροισι. | 145 |
upsilon1 | ὕαλος· διὰ τοῦ α, οὐχὶ ὕελος, καὶ θηλυκῶς ἡ ὕαλος, καὶ ὑάλινον. Ἀριστοφάνης Ἀχαρνεῦσιν (74)· ‘ἐξ ὑαλίνων ποτηρίων καὶ χρυσίδων‘. | |
upsilon2 | ὑγιέστερος ὄμφακος (com. fr. ad. 910 K.)· παροιμία ὥσπερ καὶ ‘ὑγιέστερος Κρότωνοσ‘. πολλοὶ γὰρ Κροτωνιᾶται ἀσκηταί. καὶ ‘ὑγιέστερος κολοκύντησ‘. | |
upsilon3 | ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις (AP. XIII 29; cf. Crat. II 119 M. = fr. 199 K.)· τοῦτο ἐξ ἐπιγράμματος εἶναι μέρος, οἱ μὲν Ἀσκληπιάδου, οἱ δὲ Θεαιτήτου φασίν. | |
upsilon4 | ὑηνῶν· σκαιῶν καὶ ἀμαθῶν [καὶ ὑηνία· σκαιότης καὶ ἀμαθία]. οὕτω Καλλίας (II 742 M. = fr. 31 K.). | |
upsilon5 | ὑπάγειν εἰς δίκην· τὸ ἄγειν. καὶ Θουκυδίδης (III 70, 3) καὶ ἄλλοι. | |
upsilon6 | ὑπαγωγάς· τὰς ἀναχωρήσεις. ‘διώξεις τε καὶ ὑπαγωγάσ‘ φησὶ Θουκυδίδης (III 97, 3). | |
upsilon7 | ὑπαντάξ· ἐξ ἐναντίας. Ἀριστοφάνης (II 1187 M. = fr. 616 K.)· ‘ἔφευγε· κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην‘. | |
upsilon8 | ὑπείπομεν· ἀντὶ τοῦ προείπομεν. 〈Θουκυδίδης (I 35, 5)〉. | |
upsilon9* | ὑπέρχρεως· κατάχρεως. | |
upsilon10 | ὑπόγραμμα· ᾧ τοὺς ὀφθαλμοὺς ὑπογράφουσι. καὶ ὑπογεγραμμένη· ἐστιβισ‐ μένη. Ἀριστοφάνης (II 1221 M. = fr. 880 K.). | |
upsilon11 | ὑποκρίνεσθαι· τὸ ἀποκρίνεσθαι οἱ παλαιοί. καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν ὁ ἀποκρι‐ νόμενος τῷ χορῷ. Θουκυδίδης ἑβδόμῃ (44, 5)· ‘εἰ δ’ οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο‘. καὶ οἱ Ἴωνες οὕτως, 〈ὡσ〉 Ἡρόδοτος (VIII 144, 5)· ‘οἱ μὲν ταῦτα ὑποκρινάμενοι Ἀθηναίων ἀπηλλάτ‐ τοντο‘. | |
upsilon12 | ὑπόξυλος· κίβδηλος, ὡς ὑπόχαλκος. Μένανδρος Περινθίᾳ (fr. 7 Kö.)· ‘οὐδ’ αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλοσ‘, οἷον κίβδηλος καὶ οὐ γνήσιος οὐδὲ ἀληθής [ἀπὸ τῶν ξυλίνων καὶ περιηργυρωμένων σκευῶν]. | |
upsilon13 | ὑποσακίζειν· ὑπεξαίρειν, ἀναλοῦν. ** (deest ap. M.—K.—D. cf. IV 667 M. = fr. ad. 645 K.)· ‘χρήμαθ’ ὑποσακιζόμενοι‘. καὶ ὑποσακίζειν τῆς ὁδοῦ· τὸ προκόπτειν. | |
upsilon14 | ὑποτίτθια· ὑπομάζια παιδία, καὶ ὑπότιτθον ὁμοίως· τὸ ὑπομάζιον. | 146 |
phi1 | φάλαγξ· θηλυκῶς ὁ ἀράχνης. Πλάτων Ἑλλάδι (II 620 M. = fr. 22 K.) ‘εἴξασιν ἡμῖν οἱ νόμοι τούτοισι τοῖσι λεπτοῖς ἀραχνίοις, ἃ〈ν〉 τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνει‘. | |
phi2 | φαρμακός· τὸ κάθαρμα, βραχέως. οἱ δὲ Ἴωνες ἐκτείνοντες λέγουσι φαρμακόν. οὗτοι γὰρ διὰ τὴν τῶν βαρβάρων παροίκησιν ἐλυμήναντο τῆς διαλέκτου τὸ πάτριον, τὰ μέτρα, τοὺς χρόνους. δηλοῖ καὶ Ἱππῶναξ (fr. 9 et 11 D2). | |
phi3* | φάρυγξ· θηλυκῶς Ἀττικοί. | |
phi4 | φασκώλιον· δερμάτινον βαλάντιον οἷον θυλάκιον. καὶ φάσκωλος· ἡ ἱματιοφορίς. | |
phi5 | φατρία· ἣν Ἴωνες πατριάν. | |
phi6 | φαυλία· εἶδος ἐλαίας γινομένη〈σ〉 ἐκ κοτίνου κοπέντος καὶ μεταφυτευθέντος. | |
phi7 | φαῦλον· τοῦτο τάσσεται ἐπὶ τεσσάρων σημασιῶν· ἐπὶ μὲν κακοηθείας Δημοσθένης· (XIX 30)· ‘οὐ γὰρ εἰ φαύλοις ὑμεῖς προστάταις χρῆσθε‘. ἐπὶ δὲ ἀγαθοῦ Εὐριπίδης 〈ἐν Λικυμ‐ νίῳ ἐπὶ τοῦ〉 Ἡρακλέους (fr. 473, 1 N.2)· ‘φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν‘. | |
5 | ἐπὶ δὲ μεγέθους, ὡς τὸ φαῦλον στόμα, καὶ ἐπὶ τοῦ μικροῦ εὐθέως ἐν ἀρχῇ τοῦ Κατ’ Ἀριστοκράτους, (Dem. XXIII 1), ὅθεν καὶ [τὴν] φαύλην ἐλαίαν τὴν μικρόκαρπον. Πλάτωνι δὲ καὶ τοῖς ἄλλοις Ἀττικοῖς σημαίνει τὸ ἁπλοῦν καὶ ῥᾴδιον, ἡμεῖς δὲ ἐπὶ τοῦ κακοῦ καὶ μοχθηροῦ τάσσομεν. | |
phi8 | φαύλως· τὸ ἁπλῶς καὶ ἡσυχῇ. Ἀριστοφάνης (fr. 653 K., deest ap. Mein.)· ‘φαύλως φέρει νῦν τὸ κακόν‘. | |
phi9 | φερνήν· τὴν προῖκα. καὶ Αἰσχίνης ὁ ῥήτωρ (II 31) καὶ Μένανδρος (fr. 926 Kö.). | |
phi10 | φέρνια· ἰχθύων σπυρίδες. Μένανδρος (fr. 696 Kö.). ‘ὁ προσιών γέρων ἁλιεύς, παρ’ οὗ τὸ φέρνιον τρίτην ταύτην ἐπριάμεθ’ ἡμέραν‘. | |
phi11 | φεῦ· σχετλιαστικὸν ἐπίρρημα ἢ ὀδυνηρὸν οἴμωγμα. | |
phi12 | φθάνοντος ἔργον γίνεται. | |
phi13 | φίλιππος· τῆς μέσης δασυνομένης τὸ προσηγορικόν. Σοφοκλῆς Τηρεῖ (fr. 523 | |
N.2 = 582 P.)· ‘Ἥλιε, φιλίπποις Θρῃξὶ πρέσβιστον σέλασ‘. Φίλιππος δὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ ἀνήρ· | 147 | |
5 | ‘ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλοσ‘ (θ 111). | |
phi14 | φιλύρα· φυτὸν ἔχον φλοιὸν βύβλου, παπύρῳ ὅμοιον, ἐξ οὗ τοὺς στεφάνους πλέ‐ κουσιν. | |
phi15 | φοβερός· ὁ φοβούμενος παρὰ Θουκυδίδῃ (II 3, 4 cf. Ael. gl. πιθανούς) καὶ Φερε‐ κράτει (II 354 M. = fr. 245 K.). | |
phi16 | Φοινικίοις γράμμασι (Soph. fr. 471 N.2 = 514 P.)· ἐπεὶ δοκεῖ Κάδμος ἀπὸ Φοινίκης αὐτὰ κεκομικέναι. | |
phi17* | φορμός· προκάλυμμα ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδες κομίζεσθαι. | |
phi18 | φράτηρ· Ἀττικοί, Ἴωνες δὲ διὰ τοῦ ω. | |
phi19 | φυσίζωος· ἡ τὰ πρὸς τὸ ζῆν φύουσα. | |
phi20 | φύσκη· τὸ παχὺ ἔντερον. | |
chi1 | χαλκιδίζειν (IV 648 M. = fr. ad. 1192 K.)· τὸ ῥωτακίζειν, ἐπεὶ αὐτοί τε καὶ Ἐρετριεῖς δοκοῦσι τῷ ρ κατακορεστέρως χρῆσθαι [καὶ] ἀντὶ τοῦ ς τιθέντες. | |
chi2 | χαλκοκρᾶς· ὁ χαλκῷ κεκραμένος. | |
chi3 | χαμᾶζε ἀεὶ 〈προ〉περισπᾶται, τὸ δὲ χαμᾶθεν ὡς ἐπὶ πλεῖστον. | |
chi4 | χαραδριός (Plat. Gorg. 494b)· ὄρνις τις, εἰς ὃν ἀποβλέψαντες, ὡς λόγος, οἱ ἰκτεριῶντες ῥᾷον ἀπαλλάττονται. ὅθεν καὶ ἐγκρύπτουσιν αὐτὸν οἱ πιπράσκοντες, ἵνα μὴ προῖκα ὠφελῶνται οἱ κάμνοντες. ‘καί μιν καλύπτει· μῶν χαραδριὸν περνᾷς;‘ | |
5 | ὥς φησιν Ἱππῶναξ (fr. 48 D2). | |
chi5 | χάραξ· θηλυκῶς τὸ τῆς ἀμπέλου ὑπόστημα, ἀρσενικῶς τὸ χαράκωμα τοῦ στρατο‐ πέδου. | |
chi6* | χαροπός· περιχαρής, εὐόφθαλμος. | |
chi7 | χάρων· ὁ λέων ἀπὸ τῆς χαροπότητος. | |
chi8 | χειλός· πόα, χόρτος. | 148 |
chi9 | χειμάμυνα· παρ’ Αἰσχύλῳ (fr. 449 N2; cf. Soph. fr. 1008 N2 = 1112 P.), ἡ παρ’ Ὁμήρῳ (ξ 529) ἀλεξάνεμος. | |
chi10 | χείμαρος (Hes. opp. 626)· τρῆμα νεώς, ὅθεν ἡ ἀντλία ἐκρεῖ. | |
chi11 | χιτών〈ιον〉· ὁ ζωστὸς 〈χιτὼν〉 καὶ γυναικεῖος. ὁ δὲ ἀνδρεῖος χιτωνίσκος, ὅ τινες ἐπενδύτην, τὸ δὲ βραχὺ χιτωνισκάριον. χιτώνιον δὲ καὶ χιτωνάριον λεπτὸν ἔνδυμα γυναικεῖον πολυτελές. Μένανδρος (fr. 653 Kö.)· ‘λελουμένη γὰρ ἡτέρα καὶ διαφανές | |
5 | χιτωνάριον ἔχουσα‘. Ἀριστοφάνης (II 1194 M. = fr. 632 K.)· ‘ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον‘. | |
chi12* | χοινίκαι· παχεῖαι πέδαι, ὧν εὐθεία ἡ χοινίκη, παρονομασθεῖσα ἐκ τῆς χοίνικος. | |
chi13 | χορὸν λαμβάνειν (cf. Ar. ran. 94)· ἐν ἴσῳ τῷ εὐδοκιμεῖν καὶ νικᾶν. παρὰ γὰρ τοῖς Ἀθηναίοις χοροῦ ἐτύγχανον κωμῳδίας καὶ τραγῳδίας ποιηταὶ οὐ πάντες, ἀλλ’ οἱ εὐδοκι‐ μοῦντες καὶ δοκιμασθέντες [ἄξιοι]. | |
chi14 | χορτάζεσθαι κυρίως ἐπὶ τῶν ὑποζυγίων λέγεται, τίθεται δὲ καὶ ἐπ’ ἀνθρώπων. | |
chi15 | χορταῖος· ὁ δασὺς καὶ μαλλωτὸς χιτών. | |
chi16 | χοῦς· ἀρσενικῶς, τὸ ἐπιβαλλόμενον τῇ ὀροφῇ λεπτὸν χῶμα. Θουκυδίδης (IV 90, 2 cf. II 76, 2). | |
chi17 | χρέως· Ἀττικοί, χρέος Ἴωνες. 〈οὕτ〉ως Πλάτων καὶ Δημοσθένης (passim). λέγουσι δὲ καὶ χρέος. καὶ τοῦτο μὲν διαφέρουσαν ἔχει γενικὴν ‘τοῦ χρέουσ‘ [γάρ], τὸ δὲ χρέως τὴν αὐτὴν 〈‘τοῦ χρέωσ‘〉. τὰ σύνθετα δὲ μᾶλλον διὰ τοῦ ω, ὑπέρχρεως, ἀξιόχρεως. | |
chi18 | χρήστης· καὶ ὁ δανείσας καὶ ὁ ὀφείλων. | |
chi19 | χρυσολαβὲς ξιφίδιον (Men. fr. 20 Kö.)· τὸ χρυσῆν ἔχον τὴν λαβήν. | |
chi20 | χύρρε· ἐπίφθεγμα πρὸς τοὺς ὗς. | |
chi21 | χυρρεῖον· δεσμός, ᾧ δεσμεῖται τὰ χοιρίδια. | |
chi22 | χύρριον ξύλον· ᾧ προσδεσμεύονται οἱ ὗς. | |
chi23 | χωλός· καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. Εὔπολις (II 567 M. = fr. 343 K.; cf. 247 K.)· ‘ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρ’ εὖ σφόδρα‘. | |
καὶ κυλλοὺς οἱ Ἀττικοὶ ἐπὶ ποδῶν καὶ χειρῶν ὁμοίως. | 149 | |
psi1 | ψατάλλειν καὶ ψαθάλλειν· τὸ ψηλαφᾶν καὶ μαλάττειν αἰσχρῶς. | |
psi2 | ψιλῆται· οἱ ἐν μάχῃ γυμνῆτες, καὶ ψιλίζεσθαι τὸ ψιλοῦσθαι. | |
psi3 | ψῖσαι· ψωμίσαι. | |
psi4 | ψό· ἐπὶ τοῦ σαπροῦ καὶ μὴ συναρέσκοντος. 〈Σοφοκλῆς Ποιμέσι〉 (fr. 478 N2 = 521 P.)〉. ἔστι δὲ ἀποκομματικὸν λεξείδιον 〈τοῦ ψόθου〉. ψόθον γὰρ καλοῦσιν Ἀριστοφάνης (II 1223 M. = fr. 892 K.)· ‘πλέῳ γράσου 〈τε〉 καὶ ψόθου‘, οἷον καὶ | |
5 | ‘ῥύπου τε καὶ ψόθου 〈πλέωσ〉‘ Αἰσχύλος Θεωροῖς (cf. fr. 82 N2). | |
psi5 | ψύλλα καὶ ψύλλαι· θηλυκῶς. παρὰ δὲ Ἡροδότῳ (IV 173) Ψύλλοι, ἔθνος Λιβύης, καὶ τὸ ἐν τῇ Μεσσηνίᾳ Μενάνδρου (fr. 272 Kö.) κύριον ὄνομα. τὸ δὲ ζῷον τὸ μικρὸν ἀρσενικῶς Ἐπίχαρμος εἶπε (fr. 199 Kaib.) καὶ ἕτεροι. | |
omega1 | ᾦα· μηλωτή, διφθέρα. οἶς γὰρ τὸ πρόβατον. | |
omega2 | ὤα· τὸ λῶμα τοῦ ἐνδύματος περὶ τὴν πέζαν ἢ τὸ περιστόμιον. | |
omega3 | ὠγύγιον· ἀρχαῖον, ἀπό τινος Ὠγύγου, βασιλέως ἀρχαίου Θηβῶν. | |
omega4 | ὤζειν· θαυμάζειν ὡς ‘ὤ‘ λέγειν, καθὰ καὶ οἰμώζειν τὸ ‘οἴμοι‘ λέγειν καὶ φεύζειν τὸ ‘φεῦ‘ λέγειν. | |
omega5 | ὦ μέλε παρὰ τοῖς νεωτέροις ὑπὸ γυναικῶν λέγεται μόνον, ὡς τὸ ‘ὦ τάλαν‘. παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν, ὡς ἐν Ἱππεῦσιν Ἀριστοφάνους (671) καὶ ἐν Θεαιτήτῳ Πλάτωνος (178 e). Μένανδρος Συνερώσῃ (fr. 392 Kö.)· ‘ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε;‘ | |
5 | σημαίνει δὲ ‘ὦ δείλαιε, ὦ πονηρέ‘, ἔνιοι δὲ ‘ὦ ἐπιμελείας ἄξιε‘ καὶ οἷον μεμελημένε. | |
omega6 | ὤμιλλα· παιδιά τις, ἐν ᾗ ὁ εἰς τὸν κύκλον βαλὼν κάρυον ὥστε ἐμμεῖναι νικᾷ. Εὔπολις Χρυσῷ γένει (II 539 M. = fr. 288 K.)· ‘κἄπειτ’ εἴσειμ’ ἐνθάδε μείνας εἰς ὤμιλλαν, κἂν μὴ μεθιῇ‘. | |
omega7 | ὠμογέρων· ὁ παρ’ ἡλικίαν γεγηρακὼς διὰ λύπην ἢ συμφοράν. καὶ πρεσβύτης, | |
οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη. | 150 | |
omega8 | ὠμοθέτησαν (e. g. Α 461)· τὸ ἀφ’ ἑκάστου μέλους τοῦ ἱερείου ἀπετέμοντο καὶ ἀπήρξαντο ἀπ’ ὤμου καὶ ἐνέβαλον εἰς τὰ μηρία κατὰ τὴν θυσίαν. | |
omega9 | ὤνευον· παρὰ Θουκυδίδῃ (VII 25, 6) τὸ ἐκίνουν καὶ περιῆγον. ὄνος γὰρ τοῦ μύλου τὸ κινούμενον, καὶ αἱ τοιαῦται μηχαναὶ ὄνοι. | |
omega10 | ὠόπ (Ar. ran. 180; 208)· ναυτικὸν 〈ἐπίφθεγμα〉. | |
omega11 | ὦ οὗτος, ὦ τάλαν καὶ ὦ μέλε· ταῦτα παρὰ τοῖς νεωτέροις ὑπὸ μόνων λέγεται γυναικῶν, παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. πολλάκις δὲ καὶ ἐπὶ πλήθους φασὶ τὸ ‘ὦ τάν‘, ὡς παρὰ Νικοφῶντι (II 855 M. = fr. 29 K.). οἱ γὰρ Ἀττικοὶ τὴν πρώτην συλλαβὴν περισπῶσιν, τὴν δὲ δευτέραν βραχύνουσιν. καὶ βέλτιον· ἀδύνατον γὰρ εὑρεθῆναι μίαν λέξιν δύο ἔχουσαν περισπω‐ | |
5 | μένας. Δίδυμος δὲ (p. 403, fr. 10 Schm.) τὸ πλῆρες εἶναί φησιν ‘ὦ ἐτάν‘ ἀγνοῶν, ὡς ἄρα τοῦ ἔτης ἡ κλητική ἐστιν ἔτα καὶ †Δωρικῶς ἔταν†. | |
omega12 | ὠόψ· ἐπίφθεγμα τῶν ἀφιέντων τινὰς ἅμα τρέχειν ἤ τι τοιοῦτον ποιεῖν. | |
omega13 | ὠτοκάταξις (Ar. Babylon. II 983 M. = fr. 98 K.)· ὠτοθλαδίας, τὰ ὦτα τε‐ θλασμένος ἐν παλαίστρᾳ. | |
omega14 | ὦτος· ὄρνεον, ὃ περὶ τὰ ὦτα ἔχει πτερύγια. τοῦτο ἐπαινούμενον καὶ ἀντορχούμενον | |
ὥσπερ ὁ νυκτικόραξ ἁλίσκεται. διὸ τοὺς χαύνους καὶ κενοδόξους ὤτους καλοῦσιν. | 151 |